Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. μή ποτε θηρητῆρος ἐπειγομένου ποδὸς ὁρμὴ
  2. ἂψ ἀνασειράζοιτο καθιεμένοιο χιτῶνος.
  3. κεῖνος ἀνὴρ ἐνόησε πολυτρήτων στίχα σίμβλων,
  4. πλαζομένης δʼ ἔστησεν ἐρημάδος ἔργα μελίσσης,
  5. ἥ τις ἔσω λειμῶνος ἀπʼ ἄνθεος ἄνθος ἀμείβει
  6. εἰς φυτὸν ἀγλαόκαρπον, ἐφιπταμένη δὲ κορύμβοις
  7. χείλεσιν ἀκροτάτοισιν ἀμέλγεται ἄκρον ἐέρσης·
  8. καὶ λινέαις ἁψῖσι πολυπλέκτοιο χιτῶνος
  9. γυῖα περισφίγξας ὀνύχων ἄπο μέχρι κομάων
  10. φρικτὰ κορυσσομένης ἐφυλάσσετο κέντρα μελίσσης,
  11. καὶ δολίῳ πνιγόεντι πυρὸς τεχνήμονι καπνῷ
  12. σινομένην πρήυνεν, ὑπηνέμιον δὲ τινάσσων
  13. πυρσὸν ἀπειλητῆρα φιλοσμήνοιο μελίσσης
  14. δίζυγα χαλκὸν ἄειρεν, ὑπωροφίῃ δὲ λοχείῃ
  15. βομβηδὸν κλονέοντος ἀσιγήτοιο κυδοιμοῦ
  16. χειρὶ πολυκροτάλῳ διδυμάονα δοῦπον ἀράσσων
  17. καὶ προταμὼν κηροῖο πολυγλώχινα καλύπτρην
  18. ἔβλισεν αἰόλα δῶρα μελισταγέος τοκετοῖο.
  19. πρῶτος ἐυρραθάμιγγος ἀλείφατος εὗρεν ἐέρσην,
  20. καρπὸν ὅτε βρίθοντι ταμὼν μυλοειδέι πέτρῳ