Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. τὸν μὲν Ἔρως πόμπευεν ἐς Ἀονίους ὑμεναίους,
  2. Φοίβου Κήιον υἷα· βοοστίκτου δὲ θυηλῆς
  3. πᾶσα πόλις στεφθεῖσα, καὶ ἰθυτμῆτες ἀγυιαὶ
  4. ὀρχηθμῷ μεμέληντο, παρὰ προπύλαια δὲ παστοῦ
  5. εἰλιπόδην ὑμέναιον ἐπερρώσαντο πολῖται,
  6. καὶ μέλος ἱμερόφωνον ἀνεκρούσαντο γυναῖκες,
  7. καὶ γαμίῃ σύριγγι συνέκλαγον Ἄονες αὐλοί.
  8. ἔνθεν Ἀρισταίοιο καὶ Αὐτονόης ἀπὸ λέκτρων
  9. Ἀκταίων ἀνέτελλε· φιλοσκοπέλῳ δὲ μενοινῇ
  10. Ἀγρέος αἷμα φέρων ἀπεμάξατο πάτριον ἄγρην,
  11. Ἀρτέμιδος θεράπων ὀρεσίδρομος—οὐ νέμεσις δὲ
  12. δύσμορον Ἀκταίωνα μαθεῖν μελεδήματα θήρης
  13. υἱωνὸν γεγαῶτα λεοντοφόνοιο Κυρήνης—·
  14. οὔ ποτέ μιν φύγεν ἄρκτος ὀρεστιάς, οὐδέ μιν αὐτῆς
  15. λοίγιον ἐπτοίησε λεχωίδος ὄμμα λεαίνης·
  16. πολλάκι δʼ ὑψιπότητον ἐπιθρῴσκοντα δοκεύων
  17. πόρδαλιν ἐπρήνιξεν· ἀεὶ δέ μιν ὑψόθι λόχμης
  18. ὄμμασι θαμβαλέοισιν ἐδέρκετο μηλονόμος Πὰν
  19. ὠκείης ἐλάφοιο παραΐσσοντα πορείην.
  20. ἀλλά οἱ οὐ χραίσμησε ποδῶν δρόμος, οὐδὲ φαρέτρη