Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἀλλὰ Διιπετέων ἀνέμων ζωαρκέσιν αὔραις
  2. λοίγιον εὐνήσαντι πυρώπιδος ἀστέρα Μαίρης
  3. παῖδα συνεκλήισσε περισσονόῳ παρακοίτῃ.
  4. καὶ γάμος ἦν πολύολβος, ἐπεὶ γέρας ἄζυγι κούρῃ
  5. δῶκε βόας, πόρεν αἶγας, ὀρίτροφον ὤπασε ποίμνην·
  6. καὶ πολὺς ἀχθοφόρῳ βεβαρημένος ὄγμος ἀνάγκῃ
  7. φόρτον ἐλαιήεντος ἐκούφισεν ἀμφιφορῆος,
  8. ἕδνα γάμων, πολλὴν δὲ σοφῆς ἐκόμισσε μελίσσης
  9. δαιδαλέην ὠδῖνα πολυτρήτοιο λοχείης.
  10. κεῖνος ἀνὴρ πρώτιστος ὀρίδρομος ἅλματι ταρσῶν
  11. εὗρε φιλοσκοπέλοιο πόνον κεμαδοσσόον ἄγρης,
  12. πῶς νοερῷ μυκτῆρι παρὰ σφυρὰ φορβάδος ὕλης
  13. θηρὸς ἀσημάντοιο κύων μαντεύεται ὀδμήν,
  14. ὄρθια λοξοκέλευθον ἐπὶ δρόμον οὔατα τείνων,
  15. καὶ δολίης δεδάηκε πολύπλοκα δίκτυα τέχνης
  16. καὶ σταλίκων τύπον ὀρθόν, ὑπὲρ ψαμάθοιο δὲ θηρῶν
  17. πρώιον ἀτρίπτῳ κεχαραγμένον ἴχνος ἀρούρῃ---[*](A verse or more seems to have fallen out.)
  18. καὶ ποσὶν ἐνδρομίδας θηρήτορα φῶτα διδάξας
  19. ἄσχετον ἀίσσοντα κυνοσσόον εἰς δρόμον ἄγρης
  20. πέπλα φαεινομένης ἐπιγουνίδος ἄχρι φορῆσαι,