Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἥ ποτε νυμφευθεῖσα Γιγαντείοις ὑμεναίοις
  2. εἴκελον υἷα λόχευσεν ὀδοντοφύτῳ παρακοίτῃ·
  3. καὶ Χαρίτων ἴνδαλμα ποθοβλήτοιο προσώπου
  4. Ζηνὶ φυλασσομένη Σεμέλη βλάστησε τετάρτη
  5. θυγατέρων, μούνῃ δὲ καὶ ὁπλοτέρῃ περ ἐούσῃ
  6. δῶκεν ἀνικήτοιο φύσις πρεσβήια μορφῆς.
  7. ἄρσενα δʼ ὀψιτέλεστον ὁμόζυγα θήλεϊ φύτλῃ
  8. Ἁρμονίη νέον υἷα γεγηθότι γείνατο Κάδμῳ,
  9. Ἀονίης Πολύδωρον ἑωσφόρον ἀστέρα πάτρης,
  10. ὁπλότερον Σεμέλης ῥοδοειδέος, ὃν παρὰ Θήβαις
  11. σκῆπτρα λαβὼν ἀθέμιστος ἄναξ ἀπενόσφισε Πενθεύς.
  12. καὶ τὰ μὲν ὣς ἤμελλε γέρων χρόνος ὀψὲ τελέσσαι.
  13. Κεκριμένας δὲ θύγατρας ἐπεκλήισσεν ἀκοίταις
  14. Κάδμος ἀμοιβαίοιο γάμου τετράζυγι παστῷ,
  15. καὶ λέχος ἄλλο μετʼ ἄλλο συνήρμοσε· δωροφόρος γὰρ
  16. πρῶτος Ἀρισταῖος, Νόμιος καὶ ἐπώνυμος Ἀγρεύς,
  17. αἷμα σοφοῦ Φοίβοιο καὶ εὐπαλάμοιο Κυρήνης,
  18. Αὐτονόην ζυγίων ἀρότων νυμφεύσατο θεσμῷ·
  19. οὐ μὲν Ἀγηνορίδης πολυφερβέος ἴδμονα τέχνης
  20. γαμβρὸν ἔχειν ἀπέειπε, βιοσσόον υἱέα Φοίβου,