Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- εἶχε φαληριόωντα μελαινομένης τύπον ἅλμης·
- τῷ ἔνι δαίδαλα πάντα τετεύχατο, τῷ ἔνι πάντα
- χρυσοφαῆ μάρμαιρεν ἁλίτροφα πώεα λίμνης,
- οἷα περισκαίροντα· πολὺς δέ τις ὑγρὸς ὁδίτης
- μεσσοφανὴς ἐχόρευεν ἐπιξύων ἅλα δελφίς—
- ψευδαλέην δʼ ἐλέλιζεν ἑὴν αὐτόσσυτον οὐρήν—
- καὶ χορὸς ὀρνίθων ἑτερόχροος, ὧν τάχα φαίης
- ἱπταμένων πτερύγων ἀνεμώδεα δοῦπον ἀκούειν,
- ὁρμὸν ἐπεὶ Κυθέρεια γέρας δωρήσατο κούρῃ
- χρύσεον, εὐλάιγγα, παρήορον αὐχένι νύμφης.
- καὶ γαμίων ζευχθεῖσα πόθων ἰθύντορι κεστῷ
- Ἁρμονίη πολύπαιδα γονὴν μαιώσατο κόλπῳ
- τικτομένην κατὰ βαιόν· ἀμοιβαίῃ δὲ λοχείῃ
- ἔγκυον ὄγκον ἔλυσε θυγατρογόνου τοκετοῖο,
- τετράκις ἐννέα κύκλα διαπλήσασα Σελήνης.
- πρώτη δʼ Αὐτονόη γονίμων ἀνεπήλατο κόλπων
- μητέρος ἐννεάμηνον ἀναπτύξασα λοχείην
- πρωτοτόκοις ὠδῖσιν· ὁμογνήτῳ δὲ γενέθλῃ
- καλλιφυὴς Ἀθάμαντος ἀέξετο σύγγαμος Ἰνώ,
- μήτηρ δισσοτόκος· τριτάτη δʼ ἀνέτελλεν Ἀγαύη,