Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ὀρθὸς ἐχιδναίων διδύμων μεσσηγὺ καρήνων,
  2. ὑψιφανὴς πτερύγων πισύρων τετράζυγι κημῷ·
  3. τῇ μὲν ξανθὸς ἴασπις ἐπέτρεχε, τῇ δὲ Σελήνης
  4. εἶχε λίθον πάνλευκον, ὃς εὐκεράοιο θεαίνης
  5. λειπομένης μινύθει καὶ ἀέξεται, ὁππότε Μήνη
  6. ἀρτιφαὴς σέλας ὑγρὸν ἀποστίλβουσα κεραίης
  7. ἠελίου γενετῆρος ἀμέλγεται αὐτόγονον πῦρ·
  8. ἄλλη μάργαρον [*](Marcellus would read μάρμαρον, understanding the topaz: not a wise reading, because the topaz, really chrysolite, was dug out of Zeboiget Island, not from the sea itself (Enc. Brit. s.v. Peridot).) εἶχε φαεσφόρον, οὗ χάριν αἴγλης
  9. γλαυκὸν Ἐρυθραίης ἀμαρύσσεται οἶδμα θαλάσσης
  10. λαμπομένης· ἑτέρης δὲ μεσόμφαλος αἰθοπι κόσμῳ
  11. λεπτοφαὴς σέλας ὑγρὸν ἀπέπτυεν Ἰνδὸς ἀχάτης.
  12. ἀλλήλαις δʼ ἑκάτερθε συναπτομένων κεφαλάων
  13. χάσματα δισσὰ δράκοντος ἀνευρύνοντο καρήνων,
  14. αἰετὸν ἀμφοτέροισι περικλείοντα γενείοις
  15. σύμπλοκον ἔνθα καὶ ἔνθα· διʼ εὐφαέος δὲ προσώπου
  16. λυχνίδες ἠκόντιζον ἐν ὄμμασι σύμφυτον αἴγλην
  17. ὀξὺ σέλας πέμπουσαν, ὁμοίιον αἴθοπι λύχνῳ
  18. ἁπτομένῳ· κομόων δὲ λίθων πολυειδέι μορφῇ
  19. πόντος ἔην, γλαυκῆς δὲ λίθος χλοάουσα μαράγδου
  20. δεξαμένη κρύσταλλον ὁμόζυγον εἴκελον ἀφρῷ