Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἔλπετο γὰρ Κυθέρειαν ἀεὶ βαρύγουνος ἀκοίτης
  2. υἷα τεκεῖν σκάζοντα, ποδῶν μίμημα τοκῆος·
  3. ἀλλὰ μάτην ἐδόκησε, καὶ ἀρτίπον υἷα νοήσας
  4. λαμπόμενον πτερύγεσσιν ὁμοίιον υἱέι Μαίης
  5. ποικίλον ὁρμὸν ἔτευξεν, ὃς ἀστεροφεγγέι νώτῳ
  6. ὡς ὄφις ἦν ἑλικῶδες ἔχων δέμας· οἷα γὰρ αὐτὴ
  7. δίστομος ἀμφίσβαινα μέσῳ μηρύεται ὁλκῷ
  8. ἰὸν ἀποπτύουσα διʼ ἀμφοτέροιο καρήνου,
  9. ἀμφελελιζομένη μελέων ἑτερόζυγι παλμῷ,
  10. εἰς κεφαλὴν δὲ κάρηνον ἐφερπύζουσα συνάπτει,
  11. λοξῇ καμπύλα νῶτα περισκαίρουσα πορείῃ·
  12. ὣς ὅ γε ποικίλος ὁρμὸς ἐαγότα νῶτα τιταίνων
  13. κάμπτετο, κυρτωθεῖσαν ἔχων διδυμάονα δειρήν,
  14. ἀμφιλαφὴς φολίδεσσιν ἐς ὀμφαλὸν ἄχρις ἱκάνων
  15. πλεκτὸς ὄφις δικάρηνος· ὑπὸ στροφάλιγγι δὲ τέχνης
  16. χρύσεος ὁλκαίης ἐλελίζετο κύκλος ἀκάνθης,
  17. καί οἱ ἑλισσομένη κεφαλὴ πολυδίνεϊ παλμῷ
  18. ψευδαλέον σύριγμα διήρυγεν ἀνθερεῶνος.
  19. καὶ στομάτων ἑκάτερθεν ὅπῃ τέλος ἐστὶ καὶ ἀρχή,
  20. αἰετὸς ἦν χρύσειος, ἅτε πλατὺν ἠέρα τέμνων,