Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ βυθὸν ἰλυόεντα διεσσυμένη ποταμοῖο
  2. εἰς γλαφυρὸν κευθμῶνα χυτὴ κελάρυζε φαρέτρη.
  3. καὶ χόλον ἰοχέαιρα κατεύνασεν· ἀμφὶ δὲ λόχμῃ
  4. ἴχνια μαστεύουσα φιλοσκοπέλοιο Λυαίου
  5. ἤιεν, ἀρτιλόχευτον ἀειρομένη βρέφος Αὔρης,
  6. πήχεϊ κουφίζουσα νόθον βάρος· αἰδομένη δὲ
  7. ὤπασεν ἄρσενα παῖδα κασιγνήτῳ Διονύσῳ.
  8. Νικαίῃ δʼ ἑὸν υἷα πατὴρ πόρε, μαιάδι νύμφῃ·
  9. ἡ δέ μιν ἠέρταζε, καὶ ἀκροτάτης ἀπὸ θηλῆς
  10. παιδοκόμων θλίβουσα φερέσβιον ἰκμάδα μαζῶν
  11. κοῦρον ἀνηέξησε. λαβὼν δέ μιν ὑψόθι δίφρου
  12. νήπιον εἰσέτι Βάκχον ἐπώνυμον υἷα τοκῆος
  13. Ἀτθίδι μυστιπόλῳ παρακάτθετο Βάκχος Ἀθήνῃ,
  14. εὔια παππάζοντα· θεὰ δέ μιν ἔνδοθι νηοῦ
  15. Παλλὰς ἀνυμφεύτῳ θεοδέγμονι δέξατο κόλπῳ·
  16. παιδὶ δὲ μαζὸν ὄρεξε, τὸν ἔσπασε μοῦνος Ἐρεχθεύς,
  17. αὐτοχύτῳ στάζοντα νόθον γλάγος ὄμφακι μαζῷ.
  18. καί μιν Ἐλευσινίῃσι θεὰ παρακάτθετο Βάκχαις·
  19. ἀμφὶ δὲ κοῦρον Ἴακχον ἐκυκλώσαντο χορείῃ
  20. νύμφαι κισσοφόροι Μαραθωνίδες, ἀρτιτόκῳ δὲ