Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ πάις ἀρτιλόχευτος ἐνὶ στροφάλιγγι κονίης
  2. ἠερόθεν προκάρηνος ἐπωλίσθησεν ἀρούρῃ·
  3. καί μιν ἀφαρπάξασα φίλῳ τυμβεύσατο λαιμῷ,
  4. δαινυμένη φίλα δεῖπνα. καὶ ἀστόργοιο τεκούσης
  5. ταρβαλέη τέκος ἄλλο λεχωίδος ἥρπασεν Αὔρης
  6. παρθένος ἰοχέαιρα, διαστείχουσα δὲ λόχμην
  7. παιδοκόμῳ κούφιζεν ἀήθεϊ κοῦρον ἀγοστῷ.
  8. καὶ Βρομίου μετὰ λέκτρα, μετὰ στροφάλιγγα λοχείης
  9. μῶμον ἀλυσκάζουσα γαμήλιον ἀγρότις Αὔρη,
  10. ἀρχαίης μεθέπουσα σέβας φιλοπάρθενον αἰδοῦς,
  11. Σαγγαρίου σχεδὸν ἦλθεν· ὀπισθοτόνῳ δʼ ἅμα τόξῳ
  12. εἰς προχοὰς ἀκόμιστον ἑὴν ἔρριψε φαρέτρην,
  13. καὶ βυθίῳ προκάρηνος ἐπεσκίρτησε ῥεέθρῳ
  14. ὄμμασιν αἰδομένοισιν ἀναινομένη φάος Ἠοῦς,
  15. καὶ ῥοθίοις ποταμοῖο καλύπτετο· τὴν δὲ Κρονίων
  16. εἰς κρήνην μετάμειψεν· ὀρεσσιχύτοιο δὲ πηγῆς
  17. μαζοὶ κρουνὸς ἔην, προχοὴ δέμας, ἄνθεα χαῖται,
  18. καὶ κέρας ἔπλετο τόξον ἐυκραίρου ποταμοῖο
  19. ταυροφυές, καὶ σχοῖνος ἀμειβομένη πέλε νευρή,
  20. καὶ δόνακες γεγαῶτες ἐπερροίζησαν ὀιστοί,