Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. δαίμονι νυκτιχόρευτον ἐκούφισαν Ἀτθίδα πεύκην·
  2. καὶ θεὸν ἱλάσκοντο μεθʼ υἱέα Περσεφονείης,
  3. καὶ Σεμέλης μετὰ παῖδα, θυηπολίας δὲ Λυαίῳ
  4. ὀψιγόνῳ στήσαντο καὶ ἀρχεγόνῳ Διονύσῳ,
  5. καὶ τριτάτῳ νέον ὕμνον ἐπεσμαράγησαν Ἰάκχῳ.
  6. καὶ τελεταῖς τρισσῇσιν ἐβακχεύθησαν Ἀθῆναι·
  7. καὶ χορὸν ὀψιτέλεστον ἀνεκρούσαντο πολῖται
  8. Ζαγρέα κυδαίνοντες ἅμα Βρομίῳ καὶ Ἰάκχῳ.
  9. οὐδὲ Κυδωναίων ἐπελήσατο Βάκχος Ἐρώτων,
  10. ἀλλὰ καὶ ὀλλυμένης προτέρης ἐμνήσατο νύμφης·
  11. καὶ Στέφανον περίκυκλον ἀποιχομένης Ἀριάδνης
  12. μάρτυν ἑῆς φιλότητος ἀνεστήριξεν Ὀλύμπῳ,
  13. ἄγγελον οὐ λήγοντα φιλοστεφάνων ὑμεναίων.
  14. καὶ θεὸς ἀμπελόεις πατρώιον αἰθέρα βαίνων
  15. πατρὶ σὺν εὐώδινι μιῆς ἔψαυσε τραπέζης,
  16. καὶ βροτέην μετὰ δαῖτα, μετὰ προτέρην χύσιν οἴνου
  17. οὐράνιον πίε νέκταρ ἀρειοτέροισι κυπέλλοις,
  18. σύνθρονος Ἀπόλλωνι, συνέστιος υἱέι Μαίης.