Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ σκυλάκων ἑλίκωπες ἀρείονές ἐστε λαγωοί·
  2. θῶες, ἐμοὶ τέρπεσθε· παρʼ ἡμετέρῃ δὲ χαμεύνῃ
  3. πόρδαλιν ἀπτοίητον ἐπισκαίροντα νοήσω·
  4. ἄξατε σύννομον ἄρκτον ἀταρβέα· παιδοτόκου γὰρ
  5. αὔρης χαλκοχίτωνες ἐθηλύνθησαν ὀιστοί.
  6. αἰδέομαι μεθέπειν μετὰ παρθένον οὔνομα νύμφης,
  7. μὴ βριαρὸν τεκέεσσιν ἐμόν ποτε μαζὸν ὀπάσσω·
  8. μὴ παλάμῃ θλίψοιμι νόθον γάλα, μηδʼ ἐνὶ λόχμαις
  9. θηροφόνος γεγαυῖα γυνὴ φιλότεκνος ἀκούσω.
  10. --- θῆκεν ὑπὸ σπήλυγγι λεχώια δεῖπνα λεαίνης·
  11. ἀλλὰ Διωνύσοιο νέην εὔπαιδα γενέθλην,
  12. πόρδαλις ὠμοβόροισι δέμας λιχμῶσα γενείοις,
  13. ἔμφρονα θυμὸν ἔχουσα σοφῷ μαιώσατο μαζῷ·
  14. θαμβαλέοι δὲ δράκοντες ἐκυκλώσαντο λοχείην
  15. ἰοβόλοις στομάτεσσιν, ἐπεὶ νέα τέκνα φυλάσσων
  16. μειλιχίους καὶ θῆρας ἐθήκατο νυμφίος Αὔρης.
  17. καὶ ποδὶ φοιταλέῳ Ληλαντιὰς ἄνθορε κούρη
  18. ἄγριον ἦθος ἔχουσα δασυστέρνοιο λεαίνης,
  19. ἠερίαις δʼ ἀκίχητος ἀνηκόντιζεν ἀέλλαις
  20. θηρείων ἕνα παῖδα διαρπάξασα γενείων·