Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. πρὸς Τελετῆς λίτομαί σε, χοροπλεκέος σέο κούρης,
  2. σπεῦσον ἀερτάζειν ἐμὸν υἱέα, μή μιν ὀλέσσῃ
  3. τολμηραῖς παλάμῃσιν ἐμὴ δυσμήχανος Αὔρη·
  4. οἶδα γάρ, ὡς διδύμων βρεφέων ἔνα παῖδα δαμάσσει
  5. ἄσχετα λυσσώουσα· σὺ δὲ χραίσμησον Ἰάκχῳ·
  6. ἔσσο φύλαξ ὠδῖνος ἀρείονος, ὄφρά κεν εἴη
  7. σὴ Τελετὴ θεράπαινα καὶ υἱέι καὶ γενετῆρι.
  8. ὣς εἰπὼν παλίνορσος ἐχάζετο Βάκχος ἀγήνωρ,
  9. κυδιόων Φρυγίοισιν ἐπʼ ἀμφοτέροις ὑμεναίοις
  10. πρεσβυτέρης ἀλόχοιο καἰ ὁπλοτέρης περὶ νύμφης.
  11. καὶ βαρὺ πένθος ἔχουσα τελεσσιτόκῳ παρὰ πέτρῃ,
  12. παῖδας ἐλαφρίζουσα, λεχωιὰς ἴαχε μήτηρ·
  13. ἠερόθεν γάμος οὗτος· ἐμὸν γόνον ἠέρι ῥίψω·
  14. νυμφεύθην ἀνέμοισι καὶ οὐ βροτέην ἴδον εὐνήν,
  15. αὔρης δʼ εἰς ὑμέναιον ἐπώνυμοι ἤλυθον αὖραι·
  16. καὶ λοχίας ἐχέτωσαν ἐμὰς ὠδῖνας ἀῆται.
  17. ἔρρετέ μοι, νέα τέκνα δολορραφέος γενετῆρος,
  18. ὑμέας οὐκ ἐλόχευσα· τί μοι κακὰ θηλυτεράων;
  19. ἀμφαδὸν ἄρτι, λέοντες, ἐλεύθεροι εἰς νομὸν ὕλης
  20. ἔλθετε θαρσήεντες, ὅτʼ οὐκέτι μάρναται Αὔρη·