Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. παππάζει σέο κοῦρος ἀπαιτίζων σε τοκῆα·
  2. εἰπὲ δὲ σοῖς τεκέεσσι τεὸν λαθραῖον ἀκοίτην.
  3. Ἄρτεμις οὐ γάμον οἶδε, καὶ οὐ τρέφεν υἱέα μαζῷ·
  4. σὸν λέχος οὔρεα ταῦτα, καὶ ἠθάδος ἀντὶ χιτῶνος
  5. σπάργανα σῶν βρεφέων πολυδαίδαλα δέρματα νεβρῶν.
  6. εἶπε, καὶ ὠκυπέδιλος ἐδύσατο δάσκιον ὕλην.
  7. καὶ καλέσας Νίκαιαν ἑὴν Κυβεληίδα νύμφην,
  8. μεμφομένην ἔτι λέκτρα λεχωίδα δείκνυεν Αὔρην
  9. μειδιόων Διόνυσος· ἐρημονόμοιο δὲ κούρης
  10. ἀρτιγάμοις ἀγόρευεν ἐπαυχήσας ὑμεναίοις·
  11. Ἄρτι μόγις, Νίκαια, παραίφασιν εὗρες Ἐρώτων·
  12. ἄρτι πάλιν Διόνυσος ἐπίκλοπον ἤνυσεν εὐνήν,
  13. παρθενικῆς δʼ ἑτέρης γάμον ἥρπασεν· ἐν δὲ κολώναις
  14. ἡ πρὶν ἀλυσκάζουσα καὶ οὔνομα μοῦνον Ἐρώτων
  15. σοῖς θαλάμοις τύπον ἶσον ὀρεστιὰς ἔδρακεν Αὔρη.
  16. οὐ μούνη γλυκὺν ὕπνον ἐδέξαο πομπὸν Ἐρώτων,
  17. οὐ μούνη πίες οἶνον ἐπίκλοπον ἅρπαγα μίτρης·
  18. ἀλλὰ νέης ἄγνωστος ἀνοιγομένης ἀπὸ πηγῆς
  19. νυμφοκόμος πάλιν οἶνος ἀνέβλυε, καὶ πίεν Αὔρη.
  20. ἀλλὰ βέλος δεδαυῖαν ἀναγκαίου τοκετοῖο,