Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. εἰς τόκον ἀγροτέρης οὐ δεύεαι ἰοχεαίρης;
  2. οὐδὲ τεὸν Διόνυσον ἀμαιεύτων ἀπὸ κόλπων
  3. ἔδρακεν Εἰλείθυια, τεῆς ἐλάτειρα γενέθλης·
  4. ἀλλά μιν ἡμιτέλεστον ἐμαιώσαντο κεραυνοί.
  5. μὴ κοτέῃς, ὅτι παῖδας ἐνὶ σκοπέλοισι λοχεύεις·
  6. ᾗ σκοπέλων βασίλεια τόκου πειρήσατο Ῥείη·
  7. τίς νέμεσίς ποτε τοῦτο; κατʼ οὔρεα τέκνα λοχεύεις,
  8. ὡς δάμαρ οὐρεσίφοιτος ὀρεσσινόμου Διονύσου.
  9. ἔννεπε· καὶ κοτέουσα λεχωιὰς ἄχνυτο νύμφη
  10. Ἄρτεμιν αἰδομένη καὶ ἐν ἄλγεσιν. ἆ μέγα δειλή,
  11. ἐγγὺς ἔην τοκετοῖο καὶ ἤθελε παρθένος εἶναι.
  12. καὶ βρέφος εἰς φάος ἦλθε θοώτερον· Ἀρτέμιδος γὰρ
  13. φθεγγομένης ἔτι μῦθον ἀκοντιστῆρα λοχείης
  14. διπλόος αὐτοκέλευστος ἐμαιώθη τόκος Αὔρης
  15. λυομένης ὠδῖνος, ὅθεν διδύμων ἀπὸ παίδων
  16. Δίνδυμον ὑψικάρηνον ὄρος κικλήσκετο Ῥείης.
  17. καὶ θεὸς ἀθρήσασα νέην εὔπαιδα γενέθλην
  18. τοῖον ἔπος παλίνορσος ἀμοιβαίῃ φάτο φωνῇ·
  19. Μαῖα, γυνὴ μονιή, διδυμητόκε δύσγαμε νύμφη,
  20. υἱάσι μαζὸν ὄρεξον ἀήθεα, παρθένε μήτηρ·