Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ σὺ πάθες, φυγόδεμνε, τά περ πάθον· ἀλλὰ καὶ αὐτὴ
  2. μέμφεο νυμφοκόμων ἀπατήλιον ὕπνον Ἐρώτων.
  3. εἷς δόλος ἀμφοτέραις γάμον ἥρμοσεν, εἶς πόσις Αὔρης
  4. παρθενικὴν Νίκαιαν ἐθήκατο μητέρα παίδων·
  5. οὐκέτι τόξον ἔχω θηροκτόνον, οὐκέτι νευρήν,
  6. ὡς πάρος, αὖ ἐρύω καὶ ἐγὼ βέλος· εἰμὶ δὲ δειλὴ
  7. ἱστοπόνος θήλεια, καὶ οὐκέτι θοῦρις Ἀμαζών.
  8. ἔννεπεν οἰκτείρουσα τελεσσιγόνου πόνον Αὔρης,
  9. οἷά τε πειρηθεῖσα τόκου μογεροῖο καὶ αὐτή.
  10. Λητῴη δʼ ἀίουσα βαρυφθόγγου κτύπον Αὔρης
  11. ἤλυθεν αὐχήεσσα τὸ δεύτερον ἐγγύθι νύμφης·
  12. τειρομένην δʼ ἐρέθιζε καὶ ἴαχε κέντορι μύθῳ·
  13. Παρθένε, τίς σε τέλεσσε λεχωίδα μητέρα παίδων;
  14. ἡ γάμον ἀγνώσσουσα πόθεν γλάγος ἔλλαχε μαζοῦ;
  15. οὐκ ἴδον, οὐ πυθόμην, ὅτι παρθένος υἷα λοχεύει.
  16. ἦ ῥα φύσιν μετάμειψε πατὴρ ἐμός; ἦ ῥα γυναῖκες
  17. νόσφι γάμου τίκτουσι;σὺ γάρ, φιλοπάρθενε κούρη,
  18. ὠδίνεις νέα τέκνα, καὶ εἰ στυγέεις Ἀφροδίτην.
  19. ἦ ῥα κυβερνήτειραν ἀναγκαίου τοκετοῖο
  20. Ἄρτεμιν οὐ καλέουσι λεχωίδες, ὅττι σὺ μούνη