Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- οὕτως ἀμφοτέρας ἐγκύμονας ὄφρα νοήσω·
- Ἄρτεμιν ὠδίνουσαν ἐλέγξατε, μαιάδες Ὧραι,
- μαρτυρίῃ τοκετοῖο, καὶ εἴπατε Τριτογενείῃ·
- π̔αρθενικὴ γλαυκῶπι, νεητόκε μῆτερ ἀμήτωρ.
- οὕτω ξυνὰ παθοῦσαν ἴδω φιλοπάρθενον Ἠχὼ
- Πανὶ παρευνηθεῖσαν ἢ ἀρχεκάκῳ Διονύσῳ.
- Ἄρτεμι, καὶ σὺ τεκοῦσα παραίφασις ἔσσεαι Αὔρης,
- θῆλυ γάλα στάζουσα λεχώιον ἄρσενι μαζῷ.
- εἶπεν ὀδυρομένη βαρυώδυνα κέντρα λοχείης.
- καὶ τόκον ἰοχέαιρα κατέσχεθε, παιδοτόκῳ δὲ
- νύμφῃ μόχθον ὄπασσεν ἐρυκομένου τοκετοῖο.
- καὶ τελετῆς Νίκαια κυβερνήτειρα Λυαίου
- μόχθον ὀπιπεύουσα καὶ αἴσχεα λυσσάδος Αὔρης
- τοίην κρυπταδίην οἰκτίρμονα ῥήξατο φωνήν·
- Αὔρη ξυνὰ παθοῦσα, κινύρεο καὶ σὺ κορείην·
- γαστρὶ δὲ φόρτον ἔχουσα δυηπαθέος τοκετοῖο
- τέτλαθί μοι μετὰ λέκτρον ἔχειν καὶ κέντρα λοχείης,
- τέτλαθι καὶ βρεφέεσσιν ἀήθεα μαζὸν ὀρέξαι.
- καὶ σὺ πόθεν πίες οἶνον, ἐμῆς συλήτορα μίτρης;
- καὶ σὺ πόθεν πίες οἶνον, ἕως πέλες ἔγκυος, Αὔρη;