Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. πείθομαι, ὡς πόρε θύρσον, ἀκοντιστῆρα λεόντων·
  2. καὶ τάχα κύμβαλα δῶκε, τά περ δονέουσι τιθῆναι
  3. φάρμακα νηπιάχοισι φιλοθρήνων ὀδυνάων.
  4. ἔννεπε κερτομέουσα· καὶ ἔμπαλιν ᾤχετο δαίμων,
  5. θῆρας ὀιστεύουσα τὸ δεύτερον, ἀχνυμένη δὲ
  6. ἠερίοις ἀνέμοισιν ἑὰς μεθέηκε μερίμνας.
  7. κούρη δʼ οὐρεσίφοιτος ἀμάρτυρος ὑψόθι πέτρης
  8. ὀξὺ βέλος μεθέπουσα δυηπαθέος τοκετοῖο
  9. φρικαλέον βρύχημα λεχωίδος εἶχε λεαίνης·
  10. πέτραι δʼ ἀντιάχησαν· ἐρισμαράγοιο δὲ κούρης
  11. φθόγγου ἀμειβομένη μυκήσατο δύσθροος Ἠχώ.
  12. καὶ παλάμας, ἅτε πῶμα, περισφίγξασα λοχείῃ
  13. κλεῖε θοὴν ὠδῖνα πεπαινομένου τοκετοῖο,
  14. καὶ τόκον ἀρτιτέλεστον ἐρήτυεν· ἐχθομένην γὰρ
  15. Ἄρτεμιν οὐ μενέαινεν ἐπʼ ὠδίνεσσι καλέσσαι·
  16. Ἡραίας δὲ θύγατρας ἀναίνετο, μή ποτε Βάκχου
  17. μητρυιῆς ἅτε παῖδες ἐπιβρίσωσι λοχείῃ.
  18. κούρη δʼ ἀσχαλόωσα κατηφέα ῥῆξεν ἰωήν,
  19. νυσσομένη κέντροισιν ἀπειρώδινος ἀνάγκης·
  20. Οὕτως ἰοχέαιραν ἴδω καὶ θοῦριν Ἀθήνην,