Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. εἰπέ, γύναι φυγόδεμνε, τί σήμερον ἠρέμα βαίνεις;
  2. ἡ πρὶν ἀελλήεσσα, πόθεν βαρύγουνος ὁδεύεις;
  3. νυμφεύθης ἀέκουσα, καὶ οὐ τεὸν οἶδας ἀκοίτην·
  4. οὐ δύνασαι κρύπτειν κρύφιον γάμον· οἰδαλέοι γὰρ
  5. σὸν πόσιν ἀγγέλλουσι νεογλαγέες σέο μαζοί.
  6. εἰπὲ δέ μοι, βαρύυπνε, συοκτόνε, παρθένε, νύμφη,
  7. πῶς μεθέπεις χλοάουσαν ἐρευθαλέην σέο μορφήν;
  8. τίς σέο λέκτρα μίηνε; τίς ἥρπασε σεῖο κορείην;
  9. ξανθαὶ Νηιάδες, μὴ κρύψατε νυμφίον Αὔρης.
  10. οἶδα, γύναι βαρύφορτε, τεὸν λαθραῖον ἀκοίτην·
  11. σὸς γάμος οὕ με λέληθε, καὶ εἰ κρύπτειν μενεαίνεις,
  12. σὸς πόσις οὔ με λέληθε· βαρυνομένη δέμας ὕπνῳ
  13. εὐνέτις ἀστυφέλικτος ἐνυμφεύθης Διονύσῳ.
  14. ἀλλὰ τεὸν λίπε τόξον· ἀναινομένη δὲ φαρέτρην
  15. ὄργια μυστιπόλευε γυναιμανέος σέο βάκχου,
  16. τύμπανα χειρὶ φέρουσα καὶ εὐκεράων θρόον αὐλῶν.
  17. πρὸς δὲ τεῆς λίτομαί σε τελεσσιγάμοιο χαμεύνης,
  18. ποῖά σοι ὤπασεν ἕδνα τεὸς Διόνυσος ἀκοίτης;
  19. μή σοι νεβρίδα δῶκε, τεῆς αὐτάγγελον εὐνῆς;
  20. μή σοι χάλκεα ῥόπτρα τεῶν πόρε παίγνια παίδων;