Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. σκύμνον ἐρημαίῃσιν ἐπιτρέψασα χαμεύναις.
  2. πολλάκι δʼ οἰδαλέοιο γυναικείου διὰ κόλπου
  3. αὐτοφόνος μενέαινεν ἑκούσιον ἆορ ἐλάσσαι,
  4. ὄφρά κεν αὐτοδάικτος ὀνείδεα γαστρὸς ἀλύξῃ
  5. καὶ στόμα τερπομένης φιλοκέρτομον ἰοχεαίρης·
  6. καὶ νοέειν μενέαινεν ἑὸν πόσιν, ὄφρα καὶ αὐτὴ
  7. υἱέα δαιτρεύσειεν ἀναινομένῳ παρακοίτῃ,
  8. αὐτὴ παιδοφόνος καὶ ὁμευνέτις, ὄφρά τις εἴπῃ·
  9. Πρόκνη παιδολέτειρα νέη πέλε δύσγαμος Αὔρη.
  10. καί μιν ὀπιπεύουσα νέων ἐγκύμονα παίδων
  11. Ἄρτεμις ἐγγὺς ἵκανεν ἐῷ γελόωντι προσώπῳ,
  12. δειλαίην δʼ ἐρέθιζε, καὶ ἀστόργῳ φάτο φωνῇ·
  13. Ὕπνον ἴδον, Παφίης θαλαμηπόλον, εἶδον Ἐρώτων
  14. ξανθῆς νυμφιδίης ἀπατήλια χεύματα πηγῆς,
  15. ἧχι ποτῷ δολόεντι νεήνιδες ἥλικα μίτρην
  16. ἅρπαγι παρθενίης γαμίῳ λύουσιν ὀνείρῳ·
  17. εἶδον ἐγὼ κλέτας, εἶδον, ὅπῃ ζυγίῃ παρὰ πέτρῃ
  18. ἀπροϊδὴς δολόεντι γυνὴ νυμφεύεται ὕπνῳ·
  19. Κύπριδος εἶδον ὄρος φιλοτήσιον, ἧχι γυναικῶν
  20. παρθενίην κλέπτοντες ἀλυσκάζουσιν ἀκοῖται.