Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. σοὶ πλέον, ἰοχέαιρα, χολώομαι, ὅττί με, κούρη,
  2. οὐ κτάνες ὑπναλέην ἔτι παρθένον, οὐδὲ καὶ αὐτῷ
  3. σοῖς καθαροῖς βελέεσσιν ἐθωρήχθης παρακοίτῃ.
  4. ἔννεπε, καὶ τρομέουσαν ἑὴν ἀνεσείρασε φωνὴν
  5. δάκρυσι νικηθεῖσα. τελεσσιγάμου δὲ Λυαίου
  6. παιδοτόκου πλησθεῖσα γονῆς δυσπάρθενος Αὔρη
  7. διπλόον ὄγκον ἄειρε· γυνὴ δʼ ἐπεμήνατο φόρτῳ
  8. ἄσχετα βακχευθεῖσα γονῆς, δυσπάρθενος Αὔρη ---
  9. ἢ σπόρος αὐτολόχευτος ἢ ἀνέρος ἐξ ὑμεναίων
  10. ἠὲ θεοῦ δολίοιο· Διὸς δʼ ἐμνήσατο νύμφης,
  11. Πλουτοῦς αἰνοτόκου Βερεκυντίδος, ἧς ἀπὸ λέκτρων
  12. Τάνταλος ἐβλάστησε. καἰ ἤθελε γαστέρα τέμνειν,
  13. ὄφρα δαϊζομένης ἀπὸ νηδύος ἄφρονι λύσσῃ
  14. ἄτροφον ἡμιτέλεστον ἀιστώσειε γενέθλην.
  15. καὶ ξίφος ἠέρταζε, διὰ στέρνοιο δὲ γυμνοῦ
  16. δεξιτερῇ μενέαινεν ἀφειδέι φάσγανον ἕλκειν.
  17. πολλάκι δʼ ἀρτιτόκοιο μετήιεν ἄντρα λεαίνης,
  18. ὥς κεν ὀλισθήσειε θελήμονος εἰς λίνα Μοίρης·
  19. ἀλλά μιν οὐρεσίφοιτος ὑπέκφυγε ταρβαλέη θήρ,
  20. μή μιν ἀποκτείνειε, μυχῷ δʼ ἐκρύπτετο πέτρης