Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- καὶ σταλίκων ἔψαυσε, πάλιν δʼ ἐμνήσατο θήρης·
- καὶ διεροῖς βλεφάροισιν ἑὴν στενάχιζε κορείην,
- ὀξὺ δέ κωκύουσα τόσην ἐφθέγξατο φωνήν·
- Τίς θεὸς ἡμετέρης ἀνελύσατο δεσμὰ κορείης;
- εἰ μὲν ἐμὲ κνώσσουσαν ἐρημονόμων ἐπὶ λέκτρων
- εἶδος ὑποκλέπτων ἐβιήσατο μητίετα Ζεύς,
- οὐδὲ καἰ ἡμετέρην ᾐδέσσατο γείτονα Ῥείην,
- ἀγροτέρους μετά θῆρας ὀιστεύσω πόλον ἄστρων·
- εἰ δέ μοι ὑπναλέῃ παρελέξατο Φοῖβος Ἀπόλλων,
- πέρσω πασιμέλουσαν ὅλην πετρώδεα Πυθώ·
- εἰ δὲ λέχος σύλησεν ἐμὸς Κυλλήνιος Ἑρμῆς,
- Ἀρκαδίην προθέλυμνον ἐμοῖς βελέεσσιν ὀλέσσω,
- καὶ τελέσω θεράπαιναν ἐμὴν χρυσάμπυκα Πειθώ·
- εἰ δὲ δόλοις γαμίοισιν ὀνειρείων ὑμεναίων
- ἀπροϊδὴς Διόνυσος ἐμὴν σύλησε κορείην,
- ἵξομαι, ἧχι πέλει Κυβέλης δόμος, ὑψιλόφου δὲ
- οἰστρομανῆ Διόνυσον ἀπὸ Τμώλοιο διώξω·
- καὶ φονίην ὤμοισιν ἐπικρεμάσασα φαρέτρην
- εἰς Πάφον, εἰς Φρυγίην θωρήξομαι· ἀμφοτέροις γὰρ
- τόξον ἐμὸν τανύσω, καὶ Κύπριδι καὶ Διονύσῳ.