Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. πειθομένη· Κέφαλον γάρ, ἀμήτορος ἀστόν Ἀθήνης,
  2. ἔκλυε θηρητῆρα ῥοδοστεφέος πόσιν Ἠοῦς·
  3. Βακχείης δʼ ἐδάιξεν ὑποδρηστῆρας ὀπώρης,
  4. ὅττι φιλακρήτοιο μέθης Βλύζοντες ἐέρσην
  5. οἰνοβαρεῖς δυσέρωτες ὀπάονές εἰσι Λυαίου·
  6. οὕ πω γάρ δεδάηκε δολοφροσύνην Διονύσου
  7. καὶ ποτὸν ἠπεροπῆα φιλακρήτου Κυθερείης,
  8. ἀλλὰ φιλοσκοπέλων καλύβας ἐκένωσε νομήων
  9. αἵματι φοινήεντι περιρραίνουσα κολώνας.
  10. καὶ νόον αἰθύσσουσα, κατάσχετος ἅλματι λύσσης,
  11. Κύπριδος εἰς δόμον ἦλθεν· ἀπειλητῆρα δὲ κεστοῦ
  12. λυσαμένη ζωστῆρα νεοκλώστοιο χιτῶνος
  13. ἁβρὸν ἀνικήτοιο δέμας μάστιζε θεαίνης·
  14. καὶ βρέτας ἀρπάξασα τελεσσιγάμου Κυθερείης
  15. Σαγγαρίου σχεδὸν ἦλθε, κυλινδομένην δὲ ῥεέθροις
  16. γυμναῖς Νηιάδεσσι πόρεν γυμνὴν Ἀφροδίτην.
  17. καὶ μετὰ θεῖον ἄγαλμα καὶ αὐτοέλικτον ἱμάσθλην
  18. δείκελον ἁβρὸν Ἔρωτος ἀπηκόντιζε κονίῃ·
  19. καὶ κενεὸν λίπε δῶμα Κυβηλίδος ἀφρογενείης.
  20. φοιταλέη δʼ ἀκίχητος ἐθήμονα δύσατο λόχμην,