Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. χείλεσιν οἰγομένοισιν ἀνήφυσεν ἰκμάδα Βάκχου.
  2. παρθενικὴ δὲ πιοῦσα τόσην ἐφθέγξατο φωνήν·
  3. Νηιάδες, τί τὸ θαῦμα; πόθεν πέλε νήδυμον ὕδωρ;
  4. τίς ποτὸν ἔβλυσε τοῦτο; τίς οὐρανίη τέκε γαστήρ;
  5. ἔμπης τοῦτο πιοῦσα ποτὶ δρόμον οὐκέτι βαίνω·
  6. ἀλλὰ πόδες βαρύθουσι, καὶ ἡδέι θέλγομαι ὕπνῳ,
  7. καὶ σφαλερὸν στομάτων ἁπαλόθροον ἦχον ἰάλλω.
  8. εἶπε καὶ ἀστήρικτον ἑοῦ ποδὸς εἶχε πορείην·
  9. ἤιε δʼ ἔνθα καὶ ἔνθα πολυπλανέεσσιν ἐρωαῖς
  10. πυκνὰ περὶ κροτάφοισι τινασσομένοιο καρήνου·
  11. καὶ κεφαλὴν ἔκλινεν ἐρειδομένην σχεδὸν ὤμῳ·
  12. εὗδε δʼ ὑπὲρ δαπέδοιο τανυπτόρθῳ παρὰ δένδρῳ
  13. παρθενίην ἀφύλακτον ἐπιτρέψασα χαμεύνῃ.
  14. καὶ πυρόεις βαρύγουνον Ἔρως δεδοκημένος Αὔρην
  15. οὐρανόθεν κατέπαλτο, γαληναίῳ δὲ προσώπῳ
  16. μειδιόων ἀγόρευεν, ὁμοφρονέων Διονύσῳ·
  17. Ἀγρώσσεις, Διόνυσε· μένει δέ σε παρθένος Αὔρη.
  18. ὥς εἰπὼν ἐς Ὄλυμπον ἐπείγετο, καὶ πτερὰ πάλλων
  19. εἰαρινοῖς πετάλοισιν ἐχάζετο τοῦτο χαράξας·
  20. νυμφίε, λέκτρα τέλεσσον, ἕως ἔτι παρθένος εὕδει·