Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἀρτιφύτου λειμῶνος ἱμάσσετο νήδυμος ἀήρ·
  2. εἶχε δὲ Ναρκίσσοιο φερώνυμα φύλλα κορύμβων
  3. ἠιθέου χαρίεντος, ὃν εὐπετάλῳ παρὰ Λάτμῳ
  4. νυμφίος Ἐνδυμίων κεραῆς ἔσπειρε Σελήνης,
  5. ὃς πάρος ἠπεροπῆος ἐύχροος εἴδεϊ κωφῷ
  6. εἰς τύπον αὐτοτέλεστον ἰδὼν μορφούμενον ὕδωρ
  7. κάτθανε, παπταίνων σκιοειδέα φάσματα μορφῆς·
  8. καὶ φυτὸν ἔμπνοον εἶχεν Ἀμυκλαίης ὑακίνθου·
  9. ἱπτάμεναι δʼ ἀγεληδὸν ἐπʼ ἀνθεμόεντι κορύμβῳ
  10. εἰαρινῶν ἐλίγαινον ἀηδόνες ὑψόθι φύλλων.
  11. κεῖθι δὲ διψώουσα μεσημβριὰς ἔτρεχεν Αὔρη,
  12. εἴ ποθι διψώουσα Διὸς χύσιν ἤ τινα πηγὴν
  13. ἢ ῥόον ἀθρήσειεν ὀρεσσιχύτου ποταμοῖο·
  14. ἀμφὶ δὲ οἱ βλεφάροισιν Ἔρως κατέχευεν ὀμίχλην.
  15. ἀλλʼ ὅτε Βακχείην ἀπατήλιον ἔδρακε πηγήν,
  16. δὴ τότε οἱ βλεφάρων σκιόεν νέφος ἤλασε Πειθὼ
  17. τοῖον ἔπος βοόωσα γάμου πρωτάγγελον Αὔρῃ·
  18. Παρθενική, κόλε δεῦρο, τελεσσιγάμοιο δὲ πηγῆς
  19. εἰς στόμα δέξο ῥέεθρα, καὶ εἰς σέο κόλπον ἀκοίτην.
  20. κούρη δʼ ἄσμενος εἶδε· παραπροχυθεῖσα δὲ πηγῇ