Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. σιγῇ ἐφʼ ἡμείων, μὴ παρθένον ὕπνος ἐάσῃ.
  2. καί μιν ἰδὼν Ἰόβακχος ἐπʼ ἀστρώτοιο χαμεύνης
  3. νυμφιδίου Ληθαῖον ἀμεργομένην πτερὸν Ὕπνου,
  4. ἄψοφος ἀκροτάτοισιν ἀσάμβαλος ἴχνεσιν ἕρπων
  5. κωφὸν ἀφωνήτοιο μετήιε δέμνιον Αὔρης·
  6. χειρὶ δὲ φειδομένῃ γλαφυρὴν ἀπέθηκε φαρέτρην
  7. παρθενικῆς, καὶ τόξα κατέκρυφε κοιλάδι πέτρῃ,
  8. μή μιν ὀιστεύσειε τιναξαμένη πτερὸν Ὕπνου·
  9. καὶ δεσμοῖς ἀλύτοισι πόδας σφηκώσατο κούρης,
  10. καὶ παλάμαις ἑλικηδὸν ἐπεσφρηγίσσατο σειρήν,
  11. μή μιν ἀλυσκάζειεν· ἐπιστορέσας δὲ κονίῃ
  12. παρθενικὴν βαρύυπνον ἑτοιμοτάτην Ἀφροδίτῃ
  13. αὔρης ὑπναλέης γαμίην ἔκλεψεν ὀπώρην.
  14. καὶ πόσις ἦν ἀνάεδνος· ὑπὲρ δαπέδοιο δὲ δειλὴ
  15. οἰνοβαρὴς ἀτίνακτος ἐνυμφεύθη Διονύσῳ·
  16. καὶ σκιεραῖς πτερύγεσσι περισφίγγων δέμας Αὔρης
  17. ὕπνος ἔην Βάκχοιο γαμοστόλος, ὅττι καὶ αὐτὸς
  18. πειρήθη Παφίης, καὶ ὁμόζυγός ἐστι Σελήνης,
  19. καὶ νυχίης φιλότητος ὁμόστολός ἐστιν Ἐρώτων·
  20. καὶ γάμος ὡς ὄναρ ἔσκε. Πολυσκάρθμῳ δὲ χορείῃ