Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Μινώη καλέει σε χολωομένη Διονύσῳ.
  2. ἀλλὰ τί Κεκροπίης μιμνήσκομαι; εἰς Παφίην γὰρ
  3. μέμφομαι ἀμφοτέροις, καὶ Θησέι καὶ Διονύσῳ.
  4. ὣς φαμένη σκιόεντι πανείκελος ἔσσυτο καπνῷ.
  5. καὶ θρασὺς ἔγρετο Βάκχος ἀποσκεδάσας πτερὸν Ὕπνου,
  6. μυρομένην δʼ ᾤκτειρεν ὀνειρείην Ἀριάδνην.
  7. καὶ δόλον ἀλλοπρόσαλλον ἐδίζετο πομπὸν Ἐρώτων·
  8. νύμφης δʼ Ἀστακίδος προτέρων ἐμνήσατο λέκτρων,
  9. πῶς ἐρατὴν δολόεντι ποτῷ νυμφεύσατο κούρην
  10. ὕπνον ἔχων πομπῆα μεθυσφαλέων ὑμεναίων.
  11. ὄφρα μὲν ἤθελε Βάκχος ἐπεντύνειν δόλον εὐνῆς,
  12. τόφρα δὲ φοιταλέη Ληλαντιὰς ἔδραμε κούρη
  13. πίδακα μαστεύουσα, κατάσχετος αἴθοπι δίψῃ.
  14. οὐδὲ λάθεν Διόνυσον ὀρίδρομος ἄστατος Αὔρη
  15. διψαλέη· ταχινὸς δὲ θορὼν ἐπὶ πυθμένα πέτρης
  16. θύρσῳ γαῖαν ἄρασσε· διχαζομένη δὲ κολώνη
  17. αὐτομάτην ὤδινε μέθην εὐώδεϊ μαζῷ
  18. χεύματι πορφύροντι· χαριζόμεναι δὲ Λυαίῳ
  19. δμωίδες Ἠελίοιο κατέγραφον ἄνθεσιν Ὧραι
  20. πίδακος ἄκρα μέτωπα, καὶ εὐόδμοισιν ἀήταις