Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ὤμοι, ὅτʼ οὐ βροτὸν ἔσχον ἐγὼ ταχύποτμον ἀκοίτην,
  2. καί κεν ἐρωμανέοντι κορυσσομένη Διονύσῳ
  3. Λημνιάδων γενόμην καὶ ἐγὼ μία θηλυτεράων.
  4. ἀλλὰ πολυσπερέων γαμίων ἐπιβήτορα λέκτρων,
  5. νυμφίον ὁρκαπάτην, μετὰ Θησέα καὶ σὲ καλέσσω·
  6. εἰ δέ σε δῶρον Ἔρωτος ἀπαιτίζει σέο νύμφη,
  7. δέξό μοι ἠλακάτην, φιλοτήσιον ἕδνον Ἐρώτων,
  8. ὄφρα πόρῃς, ἀθέμιστε, φιλοσκοπέλῳ σέο νύμφῃ
  9. δῶρα τεῆς ἀλόχου Μινωίδος, ὄφρά τις εἴπῃ·
  10. δῶκε μίτον Θησῆι καὶ ἠλακάτην Διονύσῳ.
  11. καὶ σὺ κατὰ Κρονίωνα λέχος μετὰ λέκτρον ἀμείβων
  12. ἔργα γυναιμανέος μιμήσαο σεῖο τοκῆος,
  13. οἶστρον ἔχων ἀκόρητον ἀμοιβαίης Ἀφροδίτης·
  14. Σιθονίης ἀλόχοιο νεοζυγέων ὑμεναίων,
  15. Παλλήνης, γάμον οἶδα, καὶ Ἀλθαίης ὑμεναίους·
  16. σιγήσω φιλότητα Κορωνίδος, ἧς ἀπὸ λέκτρων
  17. τρεῖς Χάριτες γεγάασιν ὁμόζυγες· ἀλλὰ, Μυκῆναι,
  18. πότμον ἐμὸν φθέγξασθε καὶ ἄγριον ὄμμα Μεδούσης,
  19. καὶ φθονερῆς ἐς ἔρωτα βιαζομένης Ἀριάδνης,
  20. ἠιόνες Νάξοιο, βοήσατε· νυμφίε Θησεῦ,