Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. παρθένος ἀκρήδεμνος Ἁμαδρυὰς ἔννεπε Νύμφη,
  2. Κύπριδι πιστὰ φέρουσα καὶ ἱμερόεντι Λυαίῳ·
  3. Οὐ δύναταί ποτε Βάκχος ἄγειν ἐπὶ δέμνιον Αὔρην,
  4. εἰ μή μιν βαρύδεσμον ἀλυκτοπέδῃσι πεδήσῃ,
  5. δεσμοῖς Κυπριδίοισι πόδας καὶ χεῖρας ἑλίξας,
  6. ἠέ μιν ὑπνώουσαν ὑποζεύξας ὑμεναίοις
  7. παρθενικῆς ἀνάεδνον ὑποκλέψειε κορείην.
  8. ὣς φαμένη παλίνορσος ὁμήλικι κεύθετο θάμνῳ
  9. δυσαμένη δρυόεντα πάλιν δόμον· αὐτὰρ ὁ κάμνων
  10. Βάκχος ἐρωτοτόκοισι νόον πόμπευεν ὀνείροις.
  11. ψυχὴ δʼ ἠνεμόφοιτος ἀποφθιμένης Ἀριάδνης,
  12. νήδυμον ὑπνώοντι παρισταμένη Διονύσῳ,
  13. ζηλήμων μετὰ πότμον ὀνειρείῳ φάτο μύθῳ·
  14. Ἀμνήμων Διόνυσε τεῶν προτέρων ὑμεναίων,
  15. αὔρης ζῆλος ἔχει σε, καὶ οὐκ ἀλέγεις Ἀριάδνης·
  16. ὤμοι ἐμοῦ Θησῆος, ὃν ἥρπασε πικρὸς ἀήτης,
  17. ὤμοι ἐμοῦ Θησῆος, ὃν ἔλλαχεν ἀνέρα Φαίδρη.
  18. οὐ τάχα μοι πέπρωτο φυγεῖν ψεύδορκον ἀκοίτην,
  19. εἰ γλυκὺς ὑπναλέην με λίπεν νέος, ἀντὶ δὲ κείνου
  20. νυμφεύθην δυσέρωτι καὶ ἠπεροπῆι Λυαίῳ.