Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καί μιν ἀνεστυφέλιξε δίκης τροχοειδέι κύκλῳ,
  2. καὶ νόον ἄφρονα κάμψεν ἀκαμπέος· ἀμφὶ δὲ μίτρην
  3. παρθενικῆς ἐλέλιζεν ἐχιδνήεσσαν ἱμάσθλην
  4. Ἀργολὶς Ἀδρήστεια· χαριζομένη δὲ θεαίνῃ,
  5. καὶ μάλα περ κοτέοντι κασιγνήτῳ Διονύσῳ,
  6. ὥπλισεν ἄλλον ἔρωτα, καὶ εἰ πέλε νῆις Ἐρώτων,
  7. Παλλήνης μετὰ λέκτρα, μετὰ φθιμένην Ἀριάδνην,
  8. τὴν μὲν λειπομένην ἐνὶ πατρίδι, τὴν δʼ ἐνὶ γαίῃ
  9. ἀλλοτρίῃ πετραῖον, Ἀχαιίδος ὡς βρέτας Ἥρης,
  10. καὶ Βρόης πολὺ μᾶλλον ἀνηνύστων περὶ λέκτρων.
  11. καὶ Νέμεσις πεπότητο νιφοβλήτῳ παρὰ Ταύρῳ,
  12. εἰσόκε Κύδνον ἵκανε τὸ δεύτερον ἀμφὶ δὲ κούρῃ
  13. ἡδυβόλῳ [*](So Keydell: Ludwich ἡδνμόλῳ, after L; M ἡδυνόλω.) Διόνυσον Ἔρως οἴστρησεν ὀιστῷ,
  14. καὶ πρερὰ κυκλώσας ἐπεήσατο κοῦφος Ὀλύμπου.
  15. καὶ θεὸς οὐρεσίφοιτος ἱμάσσετο μείζονι πυρσῷ·
  16. οὐ γὰρ ἔην ἐλάχεια παραίφασις· οὐ τότε κούρης
  17. ἐλπίδα Κυπρδίην, οὐ φάρμακον εἶχεν Ἐρώτων·
  18. ἀλλά μιν ἔφλεγε μᾶλλον Ἔρως θελξίφρονι πυρσῷ
  19. θυιάδος ὀψιτέλεστον ἀπειθέος εἰς γάμον Αὔρης.
  20. καὶ μογέων ἔκρυπτεν ἑὸν πόθον, οὐδʼ ἐνὶ λόχμαις