Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Λητῴη φυγόδεμνε, κυνοσσόε, σύγγονε Φοίβου,
  2. οὐ μὲν ἐμῷ δρεπάνῳ Τιτηνίδα παῖδα δαμάσσω,
  3. οὐδέ μιν ἐν Φρυγίῃ τελέσω πετρώδεα νύμφην,
  4. Τιτήνων γεγαυῖα παλαίτατον αἷμα καὶ αὐτή,
  5. μή ποτέ μοι μέμψαιτο πατὴρ Λήλαντος ἀκούων·
  6. ἓν δέ σοι, ἰοχέαιρα, χαρίζομαι· ἀγρότις Αὔρη
  7. παρθενικὴν ἤλεγξε, καὶ οὐκέτι παρθένος ἔσται·
  8. καί μιν ἐσαθρήσειας ὀρεσσιχύτου διὰ κόλπου
  9. δάκρυσι πηγαίοισιν ὀδυρομένην ἔτι μίτρην.
  10. εἶπε παρηγορέουσα· καὶ οὔρεα κάλλιπε κούρη
  11. Ἄρτεμις ἑζομένη κεμάδων τετράζυγι δίφρῳ,
  12. καὶ Φρυγίης ἐπέβαινεν. ὁμοζήλῳ πορείῃ
  13. παρθένος Ἀδρήστεια μετήιε δύσμαχον Αὔρην,
  14. γρῦπας ἁμιλλητῆρας ὑποζεύξασα χαλινῷ·
  15. καὶ ταχινὴ πεφόρητο διʼ ἠέρος ὀξέι δίφρῳ,
  16. καὶ δρόμον ἐστήριξεν ὑπὲρ Σιπύλοιο καρήνων
  17. Τανταλίδος προπάροιθε λιθογλήνοιο προσώπου,
  18. πτηνῶν τετραπόδων σκολιοὺς σφίγγουσα χαλινούς.
  19. αὔρης δʼ ἐγγὺς ἵκανεν ἀγήνορος· ὑψίνοον δὲ
  20. αὐχένα δειλαίης ὀφιώδεϊ τύψεν ἱμάσθλῃ,