Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Κυπριδίοις ὀάροισιν ὁμίλεεν ἐγγύθεν Αὔρης,
  2. μή μιν ἀλυσκάζειε. τί κύντερον, ἢ ὅτε μοῦνοι
  3. ἀνέρες ἱμείρουσι, καὶ οὐ ποθέουσι γυναῖκες;
  4. καὶ μέθεπε πραπίδεσσι πεπηγμένον ἰὸν Ἐρώτων,
  5. παρθένος εἰ δρόμον εἶχε κυνοσσόον ἔνδοθι λόχμης·
  6. Κυπριδίοις δʼ ἀνέμοισιν ἀειρομένοιο χιτῶνος
  7. μηρὸν ὀπιπεύων θηλύνετο Βάκχος ἀλήτης.
  8. ὀψὲ δὲ παφλάζοντι πόθῳ δεδονημένος Αὔρης
  9. Βάκχος ἀμηχαναέων ἔπος ἴαχε λυσσάδι φωνῇ·
  10. Πανὸς ἐγὼ δυαέρωτος ἔχω τύπον, ὅττί με φεύγει
  11. παρθένος ἠνεμόφοιτος, ἐρημονόμῳ δὲ πεδίλῳ
  12. πλάζεται ἀστήρικτος ἀθηήτου πλέον Ἠχοῦς.
  13. ὄλβιε, Πάν, Βρομίοιο πολὺ πλέον, ὅττι ματεύων
  14. φάρμακον εὗρες ἔρωτος ἐνὶ φρενοθελυέι φωνῷ·
  15. σὸν κτύπον ὑστερόφωνος ἀμείβεται ἄστατος Ἠχὼ
  16. φθεγγομένη λάλον ἦχον ὁμοίιον· αἴθε καὶ αὐτὴ
  17. ἐκ στομάτων ἕνα μῦθον ἀνήρυγε παρθένος Αὔρη.
  18. οὗτος ἔρως οὐ πᾶσιν ὁμοίιος· οὐδὲ γὰρ αὐτὴ
  19. παρθενικαῖς ἑτέρῃσιν ὁμότροπον ἦθος ἀέξει.
  20. ποῖον ἐμῆς ὀδύνης πέλε φάρμακον; ἦ ῥά ἑ θέλξω