Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἀλλά με κερτομέουσα βαρύστομος ὀξέι μύθῳ
  2. ἤκαχε Ληλάντοιο πάις, δυσπάρθενος Λὔρη·
  3. ἀλλὰ τί σοι τάδε πάντα διίξομαι; αἰδέομαι γὰρ
  4. αἶσχος ἐμῶν μελέων ἐνέπειν καὶ ὀνείδεα μαζῶν·
  5. μητρὶ δʼ ἐμῇ πάθον ἄλγος ὁμοίιον· ἀμφότερον γὰρ
  6. ἐν Φρυγίῃ Νιόβη διδυμητόκον ἤκαχε Λητώ,
  7. καὶ πἁλιν ἐν Φρυγίῃ με θεημάχος ἤκαχεν Λὔρη·
  8. ἀλλʼ ἡ μὲν νόθον εἶδος ἀμειψαμένη πόρε ποινήν,
  9. Τανταλὶς αἰνοτόκεια, καὶ εἰσέτι δάκρυα λείβει
  10. ὄμμασι πετραίοισιν· ἀνιηθεῖσα δὲ μούνη
  11. αἶσχος ἔχω νήποινον, ἐπεὶ φιλοπάρθενος Αὔρη
  12. δάκρυσιν οὐ λίθον εἶχε λελουμένον, οὐκ ἴδε πηγὴν
  13. μῶμον ἀπαγγέλλουσαν ἀφειδέος ἀνθερεῶνος.
  14. ἀλλὰ σὺ κυδαίνουσα τεὴν Τιτηνίδα φύτλην
  15. δός μετὰ μητρῴην ἑτέρην χάριν, ὄφρα νοήσω
  16. λαϊνέης ἀτίνακτν ἀμειβομένης δέμας Αὔρης·
  17. μηδὲ τεὴν ἔμφυλον ὀδυρομένην λίπε κούρην,
  18. μή μοι ἐπεγγελόωσαν ἴδω πάλιν ἄτροπον Αὔρην,
  19. ἠέ μιν οἰστρήσειε τεὴ χαλκήλατος ἅρπη.
  20. ὣς φαμένην θάρσυνε θεὰ καὶ ἀμείβετο μύθῳ·