Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. μητρὸς ἔσω λαγάνων νέκυς ἄπνοος· εἰ δέ τις ἀνὴρ
  2. χερσὶ ποθοβλήτοισι τεῶν ἐδράξατο πέπλων,
  3. σκορπίον ἄλλον ἄεξε τεῆς ποινήτορα μίρης·
  4. εἰ δὲ πάλιν θρασὺς Ὦτος ἢ αὐχήεις Ἐφιάλτης
  5. συζυγίην μενέαινε τεῶν ἀκίχητον Ἐρώτων,
  6. κτεῖνον ἀνυμφεύτοιο τεῆς μνηστῆρα κορείης·
  7. εἰ δὲ γυνὴ πολύτεκνος ἀνιάζει σέο Λητώ,
  8. ἄλλη λαϊνέη Νιόη κλαύσειε γενέθλην·
  9. τίς φθόνος, εἰ λἰ λίθον ἄλλον ὑπὲρ Σιπύλοιο τελέσσω;
  10. μή σε πατὴρ διὰ λέκτρα μετὰ γλαυκῶπιν ὀρίνει;
  11. μὴ τεὸν Ἑρμάωνι γάμον κατένευσε Κρονίων,
  12. οἷα καὶ Ἡφαίστῳ καθρῆς ὑμέναιον Ἀθήνης;
  13. εἰ δὲ γυνὴ κλονέει σε, τεὴν ἅτε μητέρα Λητώ,
  14. ἔσσομαι ἀχνυμένης τιμήορος ἰοχεαίρης.
  15. οὔ πω μῦθος ἔληγεν· ἀλεξικάκῳ δὲ θεαίνῃ
  16. τοῖον ἔπος φθαμένη σκυλακοτρόφος ἴαχε κούρη·
  17. Παρθένε πανδαμάτειρα, κυβερνήτειρα γενέθλης,
  18. οὐ Ζεύς, οὐ Νιόβη με, καὶ οὐ θρασὺς Ὦτος ὀρίνει·
  19. οὐ Τιτυὸς βαθύπεπλον ἐμὴν ἀνεσείρασε Λητώ·
  20. οὐ νέος Ὠρίων με βιάζεται, νἱὸς Ἀρούρης·