Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ὑψόθεν εἰλυφόωσα δίκης ποινήτορι κύκλῳ,
  2. δαίμων πανδαμάτειρα, βίου στρωφῶσα πορείην·
  3. ἀμφὶ δέ οἱ πεπότητο παρὰ θρόνον ὄρνις ἀλάοτωρ,
  4. γρὺψ πτερόεις, πισύρων δὲ ποδῶν κουφίζετο παλμῷ
  5. δαίμονος ἱπταμένης αὐτάγγελος, ὅττι καὶ αὐτὴ
  6. τέτραχα μοιρηθέντα διέρχεται ἕδρανα κόσμου·
  7. ἀνέρας ὑψιλόφους ἀλύτῳ σφίγγουσα χαλινῷ,
  8. ἀντίτυπον μίμημα, καὶ ὡς κακότητος ἱμάσθλῃ,
  9. ὡς τροχὸν αὐτοκύλιστον, ἀγήνορα φῶτα κυλίνδει.
  10. ἔγνω δʼ ὡς ἐνόησε θεὰ χλοάοντι προσώπῳ
  11. Ἄρτεμιν ἀχνυμένην φονίης πλήθουσαν ἀπειλῆς,
  12. καί μιν ἀνειρομένη φιλίῳ μειλίξατο μύθῳ·
  13. σὸν χόλον, ἰοχέαιρα, τεαὶ βοόωσιν ὀπωπαί·
  14. Ἄρτεμι, τίς κλονέει σε θεημάχος υἱὸς Ἀρούρης;
  15. τίς πάλιν ἐβλάστησεν ὑπὲρ δαπέδοιο Τυφωεύς;
  16. μὴ Τιτυὸς παλίνορσος ἐρωμανὲς ὄμμα τιταίνων
  17. εἵματος ἀψαύστοιο τεῆς ἔψαυσε τεκούσης;
  18. Ἄρτεμι, πῇ σέο τόξα καὶ Ἀπόλλωνος ὀιστοί;
  19. τίς πάλιν Ὠρίων σε βιάζεται; εἰσέτι κεῖται
  20. κεῖνος, ὃς ὑμετέροιο τάλας ἔψαυαε χιτῶνος,