Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. γυμνώσας Φιλύρης γλαφυρὸν δόμον· ἁρπαμένου δὲ
  2. ἀσκεπέος σκοπέλοιο γέρων ἐλελίζετο Χείρων,
  3. ἀνδροφυὴς ἀτέλεστος ὁμήλικι σύμπλοκος ἵππῳ.
  4. ἡμερίδων δὲ κόρυμβον ἔχων ὀλετῆρα Γιγάντων
  5. Βάκχος ἀερσιλόφοιο κατέτρεχεν Ἀλκυονῆος,
  6. οὐ δόρυ θοῦρον ἔχων, οὐ φοίνιον ἆορ ἀείρων,
  7. ἀλλὰ πολυσπερέας παλάμας ἐδάιξε Γιγάντων,
  8. αἰχμάζων ἑλίκεσσι· φιλακρήτῳ δὲ πετήλῳ
  9. φρικτὰ πεδοτρεφέων ἐδαΐζετο φῦλα δρακόντων·
  10. τυπτομένων δὲ Γίγαντος ἐχιδνοκόμων κεφαλάων
  11. αὐχένες ἀμηθέντες ἐπωρχήσαντο κονίῃ.
  12. κτείνετο δʼ ἄσπετα φῦλα· δαϊζομένων δὲ Γιγάντων
  13. αἵματος ἀενάου ποταμοὶ ῥέον, ἀρτιχύτοις δὲ
  14. πορφυρέοις ῥοθίοισιν ἐφοινίσσοντο χαράδραι.
  15. γηγενέων δὲ φάλαγγες ἐβακχεύοντο δρακόντων
  16. βόστρυχα δειμαίνοντες ἐχιδνοκόμου Διονύσου.
  17. καὶ πυρὶ μάρνατο Βάκχος, ἐς ἠέρα δαλὸν ἰάλλων
  18. ἀντιβίων ὀλετῆρα· διʼ ὑψιπόρου δὲ κελεύθου
  19. Βακχιὰς αὐτοέλικτος ἐπέτρεχεν ἁλλομένη φλόξ,
  20. γυιοβόρῳ σπινθῆρι καταΐσσουσα Γιγάντων·