Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καί τις ἀπειλητῆρι φέρων σέλας ἀνθερεῶνι
  2. ἡμιδαὴς σύριζε δράκων πυριθαλπέι λαιμῷ,
  3. καπνὸν ἀποπτύων, οὐ λοίγιον ἰὸν ἰάλλων.
  4. καὶ κλόνος ἄσπετος ἦεν· ἐπʼ ἀντιβίων δὲ καρήνων
  5. Βάκχος ἀνῃώρητο μαχήμονα δαλὸν ἀείρων,
  6. καὶ χθονίῳ πρηστῆρι δέμας θέρμαινε Γιγάντων
  7. ἀντίτυπον μίμημα Διοβλήτοιο κεραυνοῦ·
  8. καὶ δαΐδες σελάγιζον· ἐπʼ Ἐγκελάδου δὲ καρήνῳ
  9. ἠέρα θερμαίνων ἐλελίζετο πυρσὸς ἀλήτης·
  10. ἀλλά μιν οὐκ ἐδάμασσε, καὶ οὐ χθονίου πυρὸς ἀτμῷ
  11. Ἐγκέλαδος γόνυ κάμψεν, ἐπεὶ πεφύλακτο κεραυνῷ.
  12. Ἀλκυονεὺς δʼ ἀπέλεθρος ἐπεσκίρτησε Λυαίῳ
  13. Θρηικίοις σκοπέλοις κεκορυθμένος· ἀμφὶ δὲ Βάκχῳ
  14. ὑψινεφῆ κούφιζε ῥάχιν δυσχείμονος Αἵμου
  15. εἰς σκοπὸν ἀχρήιστον, ἀνουτήτου Διονύσου·
  16. καὶ σκοπιὴν ἔρριψεν· ἐφαπτόμεναι δὲ Λυαίου
  17. νεβρίδος ἀρρήκτοιο διεσχίζοντο κολῶναι·
  18. Ἠμαθίης δὲ κάρηνα νέος γύμνωσε Τυφωεὺς
  19. ὑψιφανής, προτέρῳ πανομοίιος, ὅς ποτε πολλοὺς
  20. ῥωγαλέους κενεῶνας ἐκούφισε μητρὸς ἀρούρης,