Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ὁππότε Πορφυρίωνι χαρίζομαι εἰς γάμον Ἥβην
  2. καὶ Χθονίῳ Κυθέρειαν, ὅτε γλαυκῶπιν ἀείσω
  3. εὐνέτιν Ἐγκελάδοιο καὶ Ἄρτεμιν Ἀλκυονῆος·
  4. ἄξατέ μοι Διόνυσον, ἵνα Κρονίωνα χαλέψω
  5. δουλοσύνην ὁρόωντα δορικτήτοιο Λυαίου·
  6. ἠέ μιν οὐτάζοντες ἀλοιητῆρι σιδήρῳ
  7. κτείνατέ μοι Ζαγρῆι πανείκελον, ὄφρά τις εἴπῃ
  8. ἢ θεὸς ἢ μερόπων τις, ὅτι Κρονίδαο γενέθλῃ
  9. γαῖα χολωομένη διδύμους θώρηξε φονῆας,
  10. πρεσβυτέρους Τιτῆνας ἐπὶ προτέρῳ Διονύσῳ,
  11. ὁπλοτέρους δὲ Γίγαντας ἐπʼ ὀψιγόνῳ Διονύσῳ.
  12. ὣς φαμένη στίχα πᾶσαν ἀνεπτοίησε Γιγάντων.
  13. γηγενέων δὲ φάλαγγες ἐπεστρατόωντο κυδοιμῷ.
  14. ὃς μὲν ἔχων Νυσαῖον ἐδέθλιον, ὃς δὲ σιδήρῳ
  15. ὑψινεφῆ κενεῶνα χαραδρήεντα κολάψας,
  16. αἰχμάζων σκοπέλοισιν ἐθωρήχθη Διονύσῳ·
  17. ὃς δὲ λόφον πετραῖον ἁλικρήπιδος ἀρούρης,
  18. ἄλλος ἁλιζώνοιο διαρρήξας ῥάχιν ἰσθμοῦ
  19. εἰς ἐνοπὴν ἔσπευδεν. ἀμετρήτοισι δʼ ἀγοστοῖς
  20. Πήλιον ὑψικάρηνον ἀνηκόντιζε Πελωρεὺς