Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. εἰ μεθέπεις θρασὺν οἶστρον ὀιστοκόμοιο φαρέτρης.
  2. ἱλήκοι τεὸν εἶδος· ἐγὼ σέο μᾶλλον ἀρείων·
  3. δέρκεο, πῶς μεθέπω βριαρὸν δέμας· ἠνίδε μορφὴν
  4. ἄρσενα καὶ Ζεφύροιο θοώτερον ἴχνιον Αὔρης·
  5. δέρκεο, πῶς σφριγόωσι βραχίονες· ἠνίδε μαζοὺς
  6. ὄμφακας οἰδαίνοντας ἀθήλεας· ἦ τάχα φαίης,
  7. ὅττι τεοὶ γλαγόεσσαν ἀναβλύζουσιν ἐέρσην·
  8. πῶς παλάμην μεθέπεις ἁπαλόχροα; πῶς σέο μαζοὶ
  9. οὔ τινα κύκλου ἔχουσι περίτροχον, οἷά περ Αὔρης,
  10. αὐτόματοι κήρυκες ἀσυλήτοιο κορείης;
  11. ἔννεπε κερτομέουσα· κατηφιόωσα δὲ σιγῇ
  12. σύννομος οἰδαίνοντι χόλῳ κυμαίνετο δαίμων,
  13. καὶ φονίους σπινθῆρας ἀνηκόντιζον ὀπωπαί·
  14. ἐκ προχοῆς δʼ ἀνέπαλτο, πάλιν δʼ ἔνδυνε χιτῶνα,
  15. καὶ καθαραῖς λαγόνεσσι τὸ δεύτερον ἥρμοσε μίτρην
  16. ἀχνυμένη. νέμεσιν δὲ μετήιεν· εὗρε δὲ κούρην
  17. ὑψινεφῆ παρὰ Ταῦρον, ὅπῃ παρὰ γείτονι Κύδνῳ
  18. παῦσε Τυφαονίης ὑψαύχενα κόμπον ἀπειλῆς·
  19. καὶ τροχὸς αὐτοκύλιστος ἔην παρὰ ποσσὶν ἀνάσσης
  20. σημαίνων, ὅτι πάντας ἀγήνορας εἰς πέδον ἕλκει