Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. κρυπτόμενον μετρηδὸν ὅλον δέμας ἔκλυσε κούρη.
  2. λοξὰ δέ παπταίνουσα διʼ ὕδατος εὔσκοπος Αὔρη
  3. τολμηροῖς βλεφάροισιν ἀναιδήτοιο προσώπου
  4. ἁγνὸν ἀθηήτοιο δέμας διεμέτρεε κούρης,
  5. θέσκελον εἰσορόωσα σαόφρονος εἶδος ἀνάσσης·
  6. καὶ πόδας ἁπλώσασα τιταινομένων παλαμάων
  7. δαίμονι νηχομένῃ συνενήχετο παρθένος Αὔρη.
  8. ἡμιφανὴς δʼ ἀτέλεστος ἔσω ποταμηίδος ὄχθης
  9. ἰκμαλέας ῥαθάμιγγας ἀποσμήξασα κομάων---
  10. Ἄρτεμις ἀγροτέρη· σχεδόθεν δέ οἱ ἀγρότις Αὔρη
  11. μαζοὺς ἀμφαφόωσα θεημάχον ἴαχε φωνήν·
  12. Ἄρτεμι, μοῦνον ἔχεις φιλοπάρθενον οὔνομα κούρης,
  13. ὅττι διὰ στέρνων κεχαλασμένον ἄντυγα θηλῆς
  14. θῆλυν ἔχεις Παφίης, οὐκ ἄρσενα μαζὸν Ἀθήνης,
  15. καὶ ῥοδέους σπινθῆρας ὀιστεύουσι παρειαί·
  16. ἀλλὰ δέμας μεθέπουσα ποθοβλήτοιο θεαίνης
  17. καὶ σὺ γάμων βασίλευε σὺν ἁβροκόμῳ Κυθερείῃ,
  18. δεξαμένη θαλάμοις τινὰ νυμφίον· ἢν δʼ ἐθελήσῃς,
  19. Ἑρμείῃ παρίαυε καί Ἄρεϊ, λεῖψον Ἀθήνην·
  20. ἤν δʼ ἐθέλῃς, ἀνάειρε βέλος καὶ τόξον Ἐρώτων,