Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. οὐκ ἀπὸ Νηιάδων μελιηδέα δῶρα κομίζεις·
  2. οὐ γὰρ ἀναβλύζουσι μελίρρυτα χεύματα πηγαί,
  3. οὐ ῥόος Ἰλισσοῖο χυτῷ φοινίσσεται ὁλκῷ·
  4. οὐ ποτὸν ἔπλετο τοῦτο φιλοπτόρθοιο μελίσσης,
  5. ὀξύτατον μερόπεσσι φέρον κόρον· ἀλλοφυὲς δὲ
  6. καὶ μέλιτος γλυκεροῖο φέρεις γλυκερώτερον ὕδωρ·
  7. πάτριον οὐ πόμα τοῦτο λοχεύεται Ἀτθὶς ἐλαίη·
  8. λαρότερον δὲ γάλακτος ἔχεις ποτὸν ἐμμενὲς αἰεὶ
  9. συμφερταῖς λιβάδεσσι μελικρήτου κυκεῶνος.
  10. εἰ δὲ ποτὸν μερόπεσσιν ἀεξιφύτων ἀπὸ κήπων
  11. ἐκ καλύκων δεδάασιν ἄγειν ῥοδοπήχεες Ὧραι,
  12. καί κεν ἐγὼ καλέεσκον Ἀδώνιδος ἢ Κυθερείης
  13. εἰαρινὸν πόμα τοῦτο, ῥόδων εὔοδμον ἐέρσην.
  14. λυσίπονον καὶ ξεῖνον ἄγεις ποτόν· ἠερίοις γάρ
  15. πλαζομένας ἀνέμοισιν ἐμὰς ἐκέδασσε μερίμνας.
  16. μή σοι δῶρον ἔδωκεν ἀπʼ αἰθέρος ἄμβροτος Ἥβη;
  17. μή σοι τοῦτο κόμισσε τεὴ πολιοῦχος Ἀθήνη;
  18. οὐρανόθεν κρητῆρα τίς ἥρπασεν, ἔνθεν ἀφύσσει
  19. Ζηνὶ καὶ ἀθανάτοισι δέπας κεράσας Γανυμήδης;
  20. ξεινοδόκου Κελεοῖο μακάρτερε, μὴ σὺ καὶ αὐτὸς