Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἵλαον οὐρανόθεν ναέτην ξείνισσας Ὀλύμπου;
  2. πείθομαι, ὡς θεὸς ἄλλος ἐκώμασε σεῖο μελάθρῳ,
  3. καὶ φιλίης πόμα τοῦτο τεῆς διὰ δεῖπνα τραπέζης
  4. Ἀτθίδι δῶρον ἔδωκεν, ἄτε στάχυν ὤπασε Δηώ.
  5. ἔννεπε θαμβήσας γλυκερὸν ποτόν· ἐκ στομάτων δὲ
  6. ἡδυμανὴς ἀλάλαζε χέων ἄγραυλον ἀοιδήν.
  7. ἀγρονόμοι δʼ ἀρύοντες ἐπασσυτέροισι κυπέλλοις
  8. πάντες ἐβακχεύθησαν ἀμερσινόῳ φρένας οἴνῳ·
  9. ὄμματα δʼ ἐπλάζοντο, φιλακρήτοις δὲ κυπέλλοις
  10. ἄργυφα πορφύροντο παρήια, γειοπόνων δὲ
  11. στήθεα θερμαίνοντο, ποτῷ δʼ ἐβαρύνετο κόρση,
  12. καὶ φλέβες οἰδαίνοντος ἐκυμαίνοντο καρήνου·
  13. τοῖσι δὲ δερκομένοισιν ἐσείετο κόλπος ἀρούρης
  14. καὶ δρύες ὠρχήσαντο καὶ ἐσκίρτησαν ἐρίπναι·
  15. καὶ σφαλεραῖς λιβάδεσσιν ἀήθεος ἔμπλεος οἴνου
  16. ὕπτιος αὐτοκύλιστος ἐπὶ χθόνα κάππεσεν ἀνήρ.
  17. καὶ χορὸς ἀγρονόμων φονίῳ δεδονημένος οἴστρῳ
  18. τλήμονος Ἰκαρίοιο κατέτρεχε θυιάδι λύσσῃ,
  19. οἶά τε φαρμακόεντα κερασσαμένου δόλον οἴνου,
  20. ὃς μὲν ἔχων βουπλῆγα σιδήρεον, ὃς δὲ μακέλλῃ