Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. κούρη δʼ ἀντὶ γάλακτος ἀφυσσαμένη χύσιν οἴνου
  2. ὤρεγε χειρὶ κύπελλον, ἕως ἐμέθυσσε τοκῆα.
  3. ἀλλʼ ὅτε δὴ κόρον εὗρε κυπελλοδόκοιο τραπέζης,
  4. δόχμιος ἀμφιέλικτος ἐρισφαλὲς ἴχνος ἑλίσσων
  5. ποσσὶν ἀμοιβαίοισιν ἀνεσκίρτησεν ἀλωεύς,
  6. Ζαγρέος Εὔιον ὕγνον ἀνακρούων Διονύσῳ.
  7. ἀγρονόμῳ δὲ γέροντι φυτηκόμος ὤπασε δαίμων
  8. κλήματα βοτρυόεντα, φιλεύια δῶρα τραπέζης·
  9. καί μιν ἄναξ ἐδίδαξεν ἀεξιφύτῳ τινὶ τέχνῃ
  10. κλάσσαι βοθριάσαι τε βαλεῖν τʼ ἐνὶ ἐνὶ κλήματα γύροις.
  11. ἄλλοις δʼ ἀγρονόμοισι γέρων φυτοεργὸς ἀλωεὺς
  12. δῶρα φέρων Βρομίοιο καὶ ἀμπελόεσσαν ὀπώρην
  13. οἰνοφύτους ἐδίδαξε φυτηκομίας Διονύσου·
  14. καὶ νομίῳ κρητῆρι βαλὼν ῥόον ἄσπετον οἴνου
  15. δαινυμένους ηὔφραινεν ἐπασσυτέροισι κυπέλλοις,
  16. οἰνοδόκων θυόεσσαν ἀναπτύξας χύσιν ἀσκῶν.
  17. καί τις ἐγερσινόοιο πιὼν ῥόον ἡδέος οἴνου
  18. Ἠριγόνης γενετῆρα φίλῳ μειλίξατο μύθῳ·
  19. Εἰπέ, γέρον, πόθεν εὗρες ἐπὶ χθονί νέκταρ Ὀλύμπου;
  20. οὐκ ἀπὸ Κηφισοῖο φέρεις ξανθόχροον ὕδωρ,