Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Λυγκέος ἀρχεγόνοιο θεουδέος αἷμα Πελασγοῦ·
  2. Μαντιπόλῳ πείθεσθε καὶ οἴνοπι σείσατε Βάκχῳ
  3. σείσατε χάλκεα ῥόπτρα καὶ Εὔια τύμπανα Ῥείης,
  4. Ἰναχίην μὴ πᾶσαν ἀιστώσειε γενέθλην,
  5. μὴ μετὰ νήπια τέκνα καὶ ἡβητῆρας ὀλέσσῃ,
  6. μὴ τεκέων μετὰ πότμον ἀποκτείνειε γυναῖκας·
  7. ἀλλὰ θυηπολίην θεοτερπέα ῥέξατε Βάκχῳ
  8. καὶ Διί, καὶ Περσῆι χορεύσατε καὶ Διονύσῳ.
  9. ὣς εἰπὼν παρέπεισεν· ἀολλίζοντο δὲ λαοὶ
  10. Βάκχῳ νυκτιχόρευτον ἀνακρούοντες ἀοιδήν,
  11. καὶ τελετὰς στήσαντο· θεοκλήτῳ δὲ χορείῃ
  12. ῥόπτρα μὲν ἐπλατάγησεν, ἐπεκροτέοντο δὲ ταρσοί,
  13. καὶ δαΐδες σελάγιζον· ὁμηγερέες δὲ πολῖται
  14. μυστιπόλῳ χρίοντο παρήια λευκάδι γύψῳ·
  15. τύμπανα δʼ ἐπλατάγησεν, ἀρασσομένοιο δὲ χαλκοῦ
  16. δίκτυπος ἔβρεμε δοῦπος· ἐφοινίσσοντο δὲ βωμοὶ
  17. σφαζομένων στοιχηδὸν ἐπασσυτέρων ἀπὸ ταύρων,
  18. κτείνετο δʼ ἄσπετα μῆλα· καὶ ἀνέρες αἴθοπι βωμῷ
  19. Βάκχον ἐμειλίξαντο καὶ ἱλάσκοντο γυναῖκες·
  20. καὶ μέλος ἠερόφοιτον ἐπέκτυπε θῆλυς ἰωὴ