Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. κῶμον ἀμειβομένη ζωάγριον, Ἰναχίδες δὲ
  2. μαινάδες ἐρρίψαντο λαθίφρονα λύσσαν ἀήταις.
  1. Δίζεο τεσσαρακοστὸν ἐς ὄγδοον αἷμα Γιγάντων, Παλλήνην δὲ δόκευε καὶ ὑπναλέης τόκον Αὔρης.
  2. αὐτὰρ ὁ πορδαλίων ἐποχημένος ἄντυγι δίφρου
  3. Θρηικίῃ περίφοιτος ἐκώμασε Βάκχος ἀρούρῃ,
  4. ἵππιον ἀρχεγόνοιο Φορωνέος οὖδας ἐάσας.
  5. οὐδὲ χόλον πρήυνε παλίγκοτον Ἰναχὶς Ἥρη
  6. Ἄργεος οἰστρηθέντος, Ἀχαιιάδων δὲ γυναικῶν
  7. λύσσης μνῆστιν ἔχουσα πάλιν θωρήσσετο Βάκχῳ.
  8. καὶ δολίας ἀνέφαινε λιτὰς παμμήτορι Γαίῃ,
  9. ἔργα Διὸς βοόωσα καὶ ἠνορέην Διονύσου
  10. γηγενέων ὀλέσαντος ἀμετρήτων νέφος Ἰνδῶν·
  11. καὶ Σεμέλης ὅτε παῖδα φερέσβιος ἔκλυε μήτηρ
  12. Ἰνδῴην ταχύποτμον ἀιστώσαντα γενέθλην,
  13. μνησαμένη τεκέων πλέον ἔστενεν ἀμφὶ δὲ Βάκχῳ
  14. αὐτογόνων θώρηξεν ὀρίδρομα φύλα Γιγάντων,
  15. ὑψιλόφους ἕο παῖδας ἀνοιστρήσασα κυδοιμῷ·
  16. Παῖδες ἐμοί, μάρνασθε κορυμβοφόρῳ Διονύσῳ
  17. ἠλιβάτοις σκοπέλοισιν, ἐμῆς δʼ ὀλετῆρα γενέθλης
  18. Ἰνδοφόνον Διὸς υἷα κιχήσατε· μηδὲ νοήσω