Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἀλλʼ ὅτε πότμον ἔδεκτο. καὶ ὀλλυμένη σέο νύμφη
  2. ἵξεται ἀστερόφοιτον ἐς οὐρανόν, ἡμετέρης δὲ
  3. Πλειάδος ἑπταπόροιο φανήσεται ἐγγύθι Μαίης.
  4. τί πλέον ἤθελεν ἄλλο φιλαίτερον ἢ χθονὶ λάμπειν
  5. αἰθέρα ναιετάουσα μετὰ Κρήτην Ἀριάδνη;
  6. ἀλλὰ σὺ κάτθεο θύρσον, ἔα δʼ ἀνέμοισιν Ἐνυώ,
  7. καὶ βρέτας αὐτοτέλεστον ἐπιχθονίης Ἀριάδνης,
  8. οὐρανίης στήριξον ὅπῃ βρέτας ἵσταται Ἥρης.
  9. μὴ πόλιν ἐκπέρσειας, ὅπῃ σέθεν αἷμα τοκήων,
  10. ὑμετέρης δὲ γέραιρε βοοκραίρου πέδον Ἰοῦς
  11. εὐνήσας σέο θύρσον· Ἀχαιιάδας δὲ γυναῖκας
  12. αἰνήσεις μετόπισθεν, ἐπεὶ ταυρώπιδος Ἥρης
  13. βωμὸν ἀναστήσουσι καὶ εὐθαλάμου σέο νύμφης.
  14. τοῖον ἔπος κατέλεξε, καὶ ἵππιον Ἄργος ἐάσας
  15. εἰς πόλον αὖτις ἵκανεν ἐπʼ ἀμφοτέροισι κεράσσας
  16. θεσμὸν ὁμοφροσύνης καὶ Περσέι καὶ Διονύσῳ.
  17. οὐδὲ μὲν αὐτόθι μίμνεν ἐπὶ χρόνον Ἀργολὶς Ἥρη·
  18. ἀλλὰ μεταστρέψασα νόθην βροτοειδέα μορφὴν
  19. θέσκελον εἶδος ἔχουσα πάλιν νόστησεν Ὀλύμπῳ.
  20. Ἰναχίῃ δὲ φάλαγγι γέρων ἀγόρευε Μελάμπους