Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Ἀνδρομέδη βαρύδεσμος ἀέθλιον· ἀλλὰ Λυαίῳ
  2. δῆριν ἄγεις, ὃς Ζηνὸς ἔχει γένος, ᾧ ποτε μούνῳ
  3. Ῥείη μαζὸν ὄρεξε φερέσβιον, ὅν ποτε πυρσῷ
  4. ἀστεροπῆς γαμίης μαιώσατο μειλιχίη φλόξ,
  5. ὃν δύσις, ὃν θάμβησεν Ἑωσφόρος, ᾧ στίχες Ἰνδῶν
  6. εἴκαθον, ὃν τρομέων καὶ Δηριάδης καὶ Ὀρόντης
  7. ἠλιβάτων ἀπέλεθρον ἔχων ἴνδαλμα Γιγάντων
  8. ἤριπεν, ᾧ θρασὺς Ἄλπος ὑπώκλασεν, υἱὸς Ἀρούρης,
  9. ἀγχινεφὲς περίμετρον ἔχων δέμας, ᾧ γόνυ κάμπτει
  10. λαὸς Ἄραψ, Σικελὸς δὲ μελίζεται εἰσέτι ναύτης
  11. Τυρσηνῶν νόθον εἶδος ἁλίδρομον, ὧν ποτε μορφὴν
  12. ἀνδρομέην ἤμειψα μετάτροπον, ἀντὶ δὲ φωτῶν
  13. ἰχθύες ὀρχηστῆρες ἐπισκαίρουσι θαλάσσῃ.
  14. Θήβης δʼ ἑπταπύλου γόον ἔκλυες· οὔ σε διδάξω
  15. αἰνομανῆ Πενθῆα καὶ ὠλεσίτεκνον Ἀγαύην·
  16. φήμης δʼ οὐ χατέεις ἢ μάρτυρος, ὅττι Λυαίου
  17. πειρήθη τεὸν Ἄργος, Ἀχαιιάδες δὲ καὶ αὐταὶ
  18. σφωιτέρας ὠδῖνας ἔτι στενάχουσι γυναῖκες.
  19. ἀλλὰ, φίλος, πολέμιζε, καὶ αἰχμάζοντα κορύμβοις
  20. αἰνήσεις τάχα Βάκχον ὅτι πτερὰ σεῖο πεδίλων