Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- χρυσὸν ἔχω γενετῆρα, πατὴρ δʼ ἐμὸς ὑέτιος Ζεύς·
- ἠνίδε φοινίσσοντα θεμείλια παρθενεῶνος,
- λείψανα κεῖνα φέροντα ῥυηφενέος νιφετοῖο.
- ἀλλὰ φύγε κλυτὸν Ἄργος, ἐπεὶ μενεδήιος Ἥρη
- ἔλλαχεν ἕδρανα ταῦτα τεῆς ὀλέτειρα τεκούσης,
- μή σε τὸν οἰστρήσαντα καὶ οἰστρηθέντα τελέσσῃ
- μή σε πάλιν μανίῃ τεθοωμένον ὀψὲ νοήσω.
- ὣς εἰπὼν προμάχιζεν· ἀνεπτοίησε δὲ Βάκχας
- Ἄρεα θωρήξασα καὶ ἀμητῆρα Μεδούσης
- Ἥρη πανδαμάτειρα· καταιθύσσουσα δὲ Βάκχου
- ἀστεροπῆς μίμημα, θεόσσυτον ἁλλόμενον πῦρ,
- ῥῖψε κατὰ Βρομίοιο σελασφόρον αἴθοπα λόγχην.
- καὶ γελόων Διόνυσος ἀμείβετο θυιάδι φωνῇ·
- Οὐ τόσον ἀστράπτουσαν ἔχεις ἀσίδηρον ἀκωκήν·
- οὐ δύνασαι κλονέειν με, καὶ εἰ λάχες ἔμπυρον αἰχμήν·
- οὐδέ με πημαίνει στεροπὴ Διός· ἡμιτελῆ γὰρ
- νήπιον εἰσέτι Βάκχον ἐχυτλώσαντο κεραυνοὶ
- ἀφλεγὲς ἄσθμα χέοντες ἀδηλήτῳ Διονύσῳ.
- καὶ σὺ μέγα φρονέων δρεπανηφόρε παύεο Περσεῦ·
- Γοργόνος οὐ μόθος οὗτος ὀλίζονος, οὐ μία νύμφη