Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ὄψεαι ἀρραγέεσσιν ἐμοῖς εἴκοντα κοθόρνοις·
  2. οὔ ποτε Βασσαρίδων σκεδάσεις μόθον, οὔ ποτε λήξω
  3. πέμπων οἴνοπα θύρσον, ἕως τεὸν Ἄργεϊ δείξω
  4. ἔγχεϊ κισσήεντι πεπαρμένον ἀνθερεῶνα
  5. καὶ δρέπανον πετάλοις νικώμενον· οὔ σε σαώσει
  6. Ζεὺς ἐμός, οὐ γλαυκῶπις ὁμόγνιος, οὐ σέθεν Ἥρη,
  7. καὶ μάλα περ κοτέουσα μενεπτολέμῳ Διονύσῳ·
  8. ἀλλὰ κατακτείνω σε, καὶ αὐχήεσσα Μυκήνη
  9. ὄψεται ἀμηθέντα τὸν ἀμητῆρα Μεδούσης·
  10. ἤ σε περισφίγξας ἐνὶ λάρνακι μείζονι δεσμῷ
  11. πλωτὸν ἀκοντίζω σε τὸ δεύτερον ἠθάδι πόντῳ·
  12. ἢν δʼ ἐθέλῃς, ἐπίβηθι τεῆς πάλιν ὀψὲ Σερίφου.
  13. ἢν δὲ τεῇ χρυσέῃ μεγαλίζεαι ἀμφὶ γενέθλῃ,
  14. οὐτιδανὴν συνάεθλον ἔχε χρυσῆν Ἀφροδίτην.
  15. ὣς εἰπὼν προμάχιζεν· ἐπεστρατόωντο δὲ Βάκχαι,
  16. καὶ Σάτυροι πολέμιζον. ὑπὲρ Βρομίου δὲ καρήνου
  17. αἰθύσσων πτερὰ κοῦφα μετάρσιος ἵπτατο Περσεύς·
  18. ὑψώσας δʼ Ἰόβακχος ἑὸν δέμας, αἰθέρι γείτων
  19. ἄπτερος ὑψικέλευθος ἀείρετο μείζονι ταρσῷ
  20. ἱπταμένου Περσῆος ὑπέρτερος, ἑπταπόρῳ δὲ