Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἔδραμε μαρναμένου μετὰ Περσέος· ὃς δὲ παρέστη
  2. τρηχαλέοις στομάτεσσι μάχης ἀλαλαγμὸν ἰάλλων,
  3. πεζὸς ἀνήρ, καὶ τόξα συνήρμοσε κυκλάδι νευρῇ,
  4. καὶ γλαφυρὴν ἤειρεν ὑπὲρ νώτοιο φαρέτρην·
  5. καὶ πρόμος Ἀργείων δρεπανηφόρος ἔπλετο Περσεύς,
  6. καὶ πόδας ἠερίοισιν ἐπεσφήκωσε πεδίλοις,
  7. καὶ κεφαλὴν κούφιζεν ἀθηήτοιο Μεδούσης.
  8. Λυσικόμους δʼ Ἰόβακχος ἑὰς ἐκόρυσσε γυναῖκας
  9. καὶ Σατύρους κερόεντας· ἐβακχεύθη δὲ κυδοιμῷ
  10. ἠερίην πτερόεντος ἰδὼν προμάχοιο πορείην·
  11. χειρὶ δὲ θύρσον ἄειρεν, ἑοῦ προβλῆτα προσώπου
  12. κουφίζων ἀδάμαντα, Διὸς πετρούμενον ὄμβρῳ
  13. λᾶαν, ἀλεξητῆρα λιθογλήνοιο Μεδούσης,
  14. ὄφρα φύγῃ σέλας ἐχθρὸν ἀθηήτοιο προσώπου.
  15. Βασσαρίδων δὲ φάλαγγας ἰδὼν καὶ θύσθλα Λυαίου,
  16. φρικαλέον γελόων κορυθαιόλος ἔννεπε Περσεύς·
  17. Ἡδὺς ὁ θύρσον ἔχων, χλοερὸν βέλος, εἰς ἐμὲ βαίνων
  18. οὐτιδανοῖς πετάλοισι κορύσσεαι, Ἄρεα παίζων·
  19. εἰ Διὸς ἔλλαχες αἷμα, τεὴν ἀνάφαινε γενέθλην·
  20. εἰ ποταμοῦ χρύσειον ἔχεις Πακτώλιον ὕδωρ,