Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Ἠριγόνη δʼ ἐκέρασσεν ἀψυσσαμένη γλάγος αἰγῶν·
  2. ἀλλά ἑ Βάκχος ἔρυκε, φιλοστόργῳ δὲ γεραιῷ
  3. ὤπασε λυσιπόνοιο μέθης ἐγκύμονας ἀσκούς,
  4. δεξιτερῇ δʼ εὔοδμον ἔχων δέπας ἡδέος οἴνου
  5. ὤρεγεν Ἰκαρίῳ· φιλίῳ δʼ ἠσπάζετο μύθῳ·
  6. Δέξο, γέρον, τόδε δῶρον, ὃ μὴ δεδάασιν Ἀθῆναι.
  7. ὦ γέρον, ὀλβίζω σε· σὲ γὰρ μέλψουσι πολῖται
  8. τοῖον ἔπος βοόωντες, ὅτι κλέος εὗρεν ἐλέγξαι
  9. Ἰκάριος Κελεοῖο καὶ Ἠριγόνη Μετανείρης.
  10. ζῆλον ἔχω προτέρης Δημήτερος, ὅττι καὶ αὐτὴ
  11. ἄλλῳ γειοπόνῳ στάχυν ὄμπνιον ὤπασε Δηώ.
  12. Τριπτόλεμος στάχυν εὗρε, σὺ δʼ οἴνοπα βότρυν ὀπώρης·
  13. ἴλαος οὐρανίῳ Γανυμήδεϊ μοῦνος ἐρίζεις,
  14. Τριπτολέμου προτέροιο μακάρτερε· θυμοβόρους γὰρ
  15. οὐ στάχυες λύουσι μεληδόνας, οἰνοτόκοι δὲ
  16. βότρυες ἀνδρομέης παιήονές εἰσιν ἀνίης.
  17. τοῖον ἔπος κατέλεξε, φιλοξείνῳ δὲ γεραιῷ
  18. ἁβρὸν ἐγερσινόοιο δέπας πόρεν ἔμπλεον οἴνου·
  19. καὶ πίεν ἄλλο μετʼ ἄλλο γέρων φυτοεργὸς ἀλωεύς,
  20. οἶστρον ἔχων ἀκόρητον ἐυρραθάμιγγος ἐέρσης·